Imagines

Philostratus Sophista

Philostratus, the Athenian, 2nd/3rd cent, creator; Philostratus, the Lemnian, 3rd cent, creator; Kayser, C. L. (Carl Ludwig), 1808-1872, editor

p.294

ὅστις μὴ ἀσπάζεται τὴν ζωγραφίαν, ἀδικεῖ τὴν ἀλήθειαν, ἀδικεῖ δὲ καὶ σοφίαν, ὁπόση ἐς ποιητὰς ἥκει — φορὰ γὰρ ἴση ἀμφοῖν ἐς τὰ τῶν ἡρώων εἴδη καὶ ἔργα — ξυμμετρίαν τε οὐκ ἐπαινεῖ, διʼ ἣν καὶ λόγου ἡ τέχνη ἅπτεται. καὶ βουλομένῳ μὲν σοφίζεσθαι θεῶν τὸ εὕρημα διά τε τὰ ἐν γῇ εῖδη, ὁπόσα τοὺς λειμῶνας αἱ ὧραι γράφουσι, διά τε τὰ ἐν οὐρανῷ φαινόμενα, βασανίζοντι δὲ τὴν γένεσιν τῆς τέχνης μίμησις μὲν εὕρημα πρεσβύτατον καὶ ξυγγενέστατον τῇ φύσει, εὗρον δὲ αὐτὴν σοφοὶ ἄνδρες τὸ μὲν ζωγραφίαν, τὸ δὲ πλαστικὴν φήσαντες. καὶ πλαστικῆς μὲν πολλὰ εἴδη, καὶ γὰρ αὐτὸ τὸ πλάττειν καὶ ἡ ἐν τῷ χαλκῷ μίμησις καὶ οἱ ξέοντες τὴν λυγδίνην ἢ τὴν Παρίαν λίθον καὶ ὁ ἐλέφας, καί, νὴ Δία, ἡ γλυφικὴ πλαστική, ζωγραφία δὲ ξυμβέβληται μὲν ἐκ χρωμάτων, πράττει δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πλείω σοφίζεται ἀπὸ τούτου γε ἑνὸς ὅντος ἢ ἀπὸ τῶν πολλῶν ἡ ἑτέρα τέχνη, σκιάν τε γὰρ ἀποφαίνει καὶ βλέμμα γιγνώσκει ἄλλο μὲν τοῦ μεμηνότος, ἄλλο δὲ τοῦ ἀλγοῦντος ἢ τοῦ χαίροντος καὶ αὐγὰς ὀμμάτων, ὁποῖαί εἰσιν, ὃ πλαστικὸς μέν τις ἥκιστα ἐργάζεται, χαροπὸν δὲ ὄμμα καὶ γλαυκὸν καὶ μέλαν γραφικὴ οἶδε, καὶ ξανθὴν κόμην οἶδε καὶ

p.295
πυρσὴν καὶ ἡλιῶσαν καὶ ἐσθῆτος χρῶμα καὶ ὅπλων, θαλάμους τε καὶ οἰκίας καὶ ἄλση καὶ ὄρη καὶ πηγὰς καὶ τὸν αἰθέρα, ἐν ᾧ ταῦτα. ὅσοι μὲν οὖν κράτος ἤραντο τῆς ἐπιστήμης καὶ ὅσαι πόλεις καὶ ὅσοι βασιλεῖς ἔρωτι ἐς αὐτὴν ἐχρήσαντο, ἄλλοις τε εἴρηται καὶ Ἀριστοδήμῳ τῷ ἐκ Καρίας, ὃν ἐγὼ ἐπὶ ζωγραφίᾳ ξένον ἐποιησάμην ἐτῶν τεττάρων, ἔγραφε δὲ κατὰ τὴν Εὐμήλου σοφίαν πολὺ τὸ ἐπίχαρι ἐς αὐτὴν φέρων· ὁ λόγος δὲ οὐ περὶ ζωγράφων, οὐδʼ ἱστορίας αὐτῶν νῦν, ἀλλʼ εἴδη ζωγραφίας ἀπαγγέλλομεν ὁμιλίας αὐτὰ τοῖς νέοις συντιθέντες, ἀφʼ ὧν ἑρμηνεύσουσί τε καὶ τοῦ δοκίμου ἐπιμελήσονται. ἀφορμαὶ δέ μοι τουτωνὶ τῶν λόγων αἵδε ἐγένοντο· ἦν μὲν ὁ παρὰ τοῖς Νεαπολίταις ἀγών, ἡ δὲ πόλις ἐν Ἰταλίᾳ ᾤκισται γένος Ἕλληνες καὶ ἀστυκοί, ὅθεν καὶ τὰς σπουδὰς τῶν λόγων Ἑλληνικοί εἰσι, βουλομένῳ δέ μοι τὰς μελέτας μὴ ἐν τῷ φανερῷ ποιεῖσθαι παρεῖχεν ὄχλον τὰ μειράκια φοιτῶντα ἐπὶ τὴν οἰκίαν τοῦ ξένου. κατέλυον δὲ ἔξω τοῦ τείχους ἐν προαστείῳ τετραμμένῳ πρὸς θάλατταν, ἐν ᾧ στοά τις ἐξῳκοδόμητο κατὰ ζέφυρον ἄνεμον ἐπὶ τεττάρων, οἶμαι, ἢ καὶ πέντε ὀροφῶν ἀφορῶσα ἐς τὸ Τυρρηνικὸν πέλαγος. ἤστραπτε μὲν οὖν καὶ λίθοις, ὁπόσους ἐπαινεῖ τρυφή, μάλιστα δὲ ἤνθει γραφαῖς ἐνηρμοσμένων αὐτῇ πινάκων, οὓς ἐμοὶ δοκεῖν οὐκ ἀμαθῶς τις συνελέξατο, σοφία γὰρ ἐν αὐτοῖς ἐδηλοῦτο πλειόνων ζωγράφων. ἐγὼ μὲν οὖν καὶ ἀπʼ ἐμαυτοῦ ᾤμην δεῖν ἐπαινεῖν τὰς γραφάς, ἦν δὲ ἄρα υἱὸς τῷ ξένῳ κομιδῇ νέος, ἐς ἔτος δέκατον, ἤδη φιλήκοος καὶ χαίρων τῷ μανθάνειν, ὃς ἐπεφύλαττέ με ἐπιόντα αὐτὰς καὶ ἐδεῖτό μου ἑρμηνεύειν. ἵνʼ οὖν μὴ σκαιόν με ἡγοῖτο, ἔσται ταῦτα, ἔφην καὶ ἐπίδειξιν αὐτὰ
p.296
ποιησόμεθα, ἐπειδὰν ἥκῃ τὰ μειράκια. ἀφικομένων οὖν ὁ μὲν παῖς ἔφην προβεβλήσθω καὶ ἀνακείσθω τούτῳ ἡ σπουδὴ τοῦ λόγου, ὑμεῖς δὲ ἕπεσθε μὴ ξυντιθέμενοι μόνον, ἀλλὰ καὶ ἐρωτῶντες, εἴ τι μὴ σαφῶς φράζοιμι.

α. ἔγνως, ὦ παῖ, ταῦτα Ὁμήρου ὄντα ἢ οὐ πώποτε ἔγνωκας δηλαδὴ θαῦμα ἡγούμενος, ὅπως δήποτε ἔζη τὸ πῦρ ἐν τῷ ὕδατι; συμβάλλωμεν οὖν, ὅ τι νοεῖ, σὺ δὲ ἀπόβλεψον αὐτῶν, ὅσον ἐκεῖνα ἰδεῖν, ἀφʼ ὧν ἡ γραφή. οἶσθά που τῆς Ἰλιάδος τὴν γνώμην, ἐν οἷς Ὅμηρος ἀνίστησι μὲν τὸν Ἀχιλλέα ἐπὶ τῷ Πατρόκλῳ, κινοῦνται δὲ οἱ θεοὶ πολεμεῖν ἀλλήλοις. τούτων οὖν τῶν περὶ τοὺς θεοὺς ἡ γραφὴ τὰ μὲν ἄλλα οὐκ οἶδε, τὸν δὲ Ἥφαιστον ἐμπεσεῖν φησι τῷ Σκαμάνδρῳ πολὺν καὶ ἄκρατον. ὅρα δὴ πάλιν· πάντα ἐκεῖθεν· ὑψηλὴ μὲν αὕτη ἡ πόλις καὶ ταυτὶ τὰ κρήδεμνα τοῦ Ἰλίου, πεδίον δὲ τουτὶ μέγα καὶ ἀποχρῶν τὴν Ἀσίαν πρὸς τὴν Εὐρώπην ἀντιτάξαι, πῦρ δὲ τοῦτο πολὺ μὲν πλημμυρεῖ κατὰ τοῦ πεδίου, πολὺ δὲ περὶ τὰς ὄχθας ἕρπει τοῦ ποταμοῦ, ὡς μηκέτι αὐτῷ δένδρα εἶναι. τὸ δὲ ἀμφὶ τὸν Ἥφαιστον πῦρ ἐπιρρεῖ τῷ ὕδατι, καὶ ὁ ποταμὸς ἀλγεῖ καὶ ἱκετεύει τὸν Ἥφαιστον αὐτός. ἀλλʼ οὔτε ὁ ποταμὸς γέγραπται κομῶν, ὑπὸ τοῦ περικεκαῦσθαι, οὔτε χωλεύων ὁ Ἥφαιστος, ὑπὸ τοῦ τρέχειν. καὶ τὸ ἄνθος τοῦ πυρὸς οὐ ξανθόν, οὐδὲ τῇ εἰθισμένῃ ὄψει, ἀλλὰ χρυσοειδὲς καὶ ἡλιοειδές. ταῦτα οὐκέτι Ὁμήρου.

p.297

β. ὁ δαίμων ὁ Κῶμος, παρʼ οὗ τὸ κωμάζειν τοῖς ἀνθρώποις, ἐφέστηκεν ἐν θαλάμου θύραις χρυσαῖς, οἶμαι, βραδεῖα δὲ ἡ κατάληψις αὐτῶν ὑπὸ τοῦ ὡς ἐν νυκτὶ εἶναι. γέγραπται δὲ ἡ νὺξ οὐκ ἀπὸ τοῦ σώματος, ἀλλʼ ἀπὸ τοῦ καιροῦ, δηλοῖ δὲ τὰ προπύλαια νυμφίους μάλα ὀλβίους ἐν εὐνῇ κεῖσθαι. καὶ ὁ Κῶμος ἥκει νέος παρὰ νέους ἁπαλὸς καὶ οὔπω ἔφηβος, ἐρυθρὸς ὑπὸ οἴνου καὶ καθεύδων ὀρθὸς ὑπὸ τοῦ μεθύειν. καθεύδει δὲ τὸ μὲν πρόσωπον ἐπὶ στέρνα ῥίψας καὶ τῆς δειρῆς ἐκφαίνων οὐδέν, τὴν δὲ ἀριστερὰν προβολίῳ ἐπέχων, εἰλῆφθαι δὲ ἡ χεὶρ δοκοῦσα λύεται καὶ ἀμελεῖ, τὸ εἰωθὸς ἐν ἀρχῇ τοῦ καθεύδειν, ὅταν σαίνοντος ἡμᾶς τοῦ ὕπνου μετέρχηται ὁ λογισμὸς ἐς λήθην ὧν συνέχει, ὅθεν καὶ τὸ ἐν τῇ δεξιᾷ λαμπάδιον ἔοικε διαφεύγειν τὴν χεῖρα, καταρρᾳθυμοῦντος αὐτὴν τοῦ ὕπνου. δεδιὼς δὲ ὁ Κῶμος προσβάλλον τὸ πῦρ τῷ σκέλει περιφέρει τὴν μὲν κνήμην τὴν ἀριστερὰν ἐπὶ τὰ δεξιά, τὸ δὲ λαμπάδιον ἐπὶ τὰ ἀριστερά, ἵνʼ ἐκκλίνοι τὸν ἀτμὸν τοῦ πυρὸς ἐκκειμένῳ τῷ γόνατι ἀφιστὰς τὴν χεῖρα. πρόσωπα δὲ ὀφείλεται μὲν παρὰ τῶν ζωγράφων τοῖς ἐν ὥρᾳ καὶ τυφλώττουσί γε ἄνευ τούτων αἱ γραφαί, τῷ δὲ Κώμῳ σμικρὰ δεῖ τοῦ προσώπου νενευκότι καὶ ἕλκοντι τὴν ἀπὸ τῆς κεφαλῆς σκιάν. κελεύει δέ, οἶμαι, μὴ ἀπαρακαλύπτως κωμάζειν τοὺς ἐν ἡλικίᾳ τούτου. τὰ δὲ λοιπὰ τοῦ σώματος διηκρίβωται πάντα, περιλάμποντος αὐτὰ τοῦ λαμπαδίου καὶ ἐς φῶς ἄγοντος. ὁ στέφανος δὲ τῶν ῥόδων ἐπαινείσθω μέν, ἀλλὰ μὴ ἀπὸ τοῦ εἴδους — ξανθοῖς γὰρ καὶ κυανοῖς, εἰ τύχοι, χρώμασιν ἀπομιμεῖσθαι τὰς τῶν ἀνθέων

p.298
εἰκόνας οὐ μέγας ὁ ἆθλος — ἀλλὰ ἐπαινεῖν χρὴ τὸ χαῦνον τοῦ στεφάνου καὶ ἁπαλόν. ἐπαινῶ καὶ τὸ ἔνδροσον τῶν ῥόδων καὶ φημὶ γεγράφθαι αὐτὰ μετὰ τῆς ὀσμῆς. τί λοιπὸν τοῦ Κώμου; τί δʼ ἄλλο γε ἢ οἱ κωμάζοντες; ἢ οὐ προσβάλλει σε κρόταλα καὶ θροῦς ἔναυλος καὶ ᾠδὴ ἄτακτος; λαμπάδιά τε ὑπεκφαίνεται, παρʼ ὧν ἐστι τοῖς κωμάζουσι καὶ τὰ ἐν ποσὶν ὁρᾶν καὶ ἡμῖν μὴ ὁρᾶσθαι. συνεξαίρεται δὲ καὶ πολὺς γέλως καὶ γύναια μετʼ ἀνδρῶν ἵεται καὶ ὑποδεῖται καὶ ζώννυται παρὰ τὸ οἰκεῖον· συγχωρεῖ δὲ ὁ κῶμος καὶ γυναικὶ ἀνδρίζεσθαι καὶ ἀνδρὶ θῆλυν ἐνδῦναι στολὴν καὶ θῆλυ βαίνειν. καὶ οἱ στέφανοι οὐκ ἀνθηροὶ ἔτι, ἀλλʼ ἀφῄρηται αὐτοῖς τὸ ἱλαρὸν ὑπὸ τοῦ ταῖς κεφαλαῖς ἐφαρμόττεσθαι, διὰ τὸ ἀτακτεῖν ἐν τῷ δρόμῳ. ἡ γὰρ τῶν ἀνθέων ἐλευθερία παραιτεῖται τὴν χεῖρα ὡς μαραίνουσαν αὐτὰ πρὸ τοῦ χρόνου. μιμεῖταί τινα ἡ γραφὴ καὶ κρότον, οὗ μάλιστα δεῖται ὁ κῶμος, καὶ ἡ δεξιὰ τοῖς δακτύλοις ὑπεσταλμένοις ὑποκειμένην τὴν ἀριστερὰν πλήττει ἐς τὸ κοῖλον, ἵνʼ ὦσιν αἱ χεῖρες ξύμφωνοι πληττόμεναι τρόπῳ κυμβάλων.

γ. φοιτῶσιν οἱ μῦθοι παρὰ τὸν Αἴσωπον ἀγαπῶντες αὐτόν, ὅτι αὐτῶν ἐπιμελεῖται. ἐμέλησε μὲν γὰρ καὶ Ὁμήρῳ μύθου καὶ Ἡσιόδῳ, ἔτι δὲ καὶ Ἀρχιλόχῳ πρὸς Λυκάμβην, ἀλλʼ Αἰσώπῳ πάντα τὰ τῶν ἀνθρώπων ἐκμεμύθωται, καὶ λόγου τοῖς θηρίοις μεταδέδωκε λόγου ἕνεκεν· πλεονεξίαν τε γὰρ ἐπικόπτει καὶ ὕβριν ἐλαύνει καὶ ἀπάτην καὶ ταῦτα λέων τις αὐτῷ ὑποκρίνεται καὶ ἀλώπηξ καὶ ἵππος, νὴ Δία,

p.299
καὶ οὐδὲ ἡ χελώνη ἄφωνος, ὑφʼ ὧν τὰ παιδία μαθηταὶ γίγνονται τῶν τοῦ βίου πραγμάτων. εὐδοκιμοῦντες οὖν οἱ μῦθοι διὰ τὸν Αἴσωπον φοιτῶσιν ἐπὶ τὰς θύρας τοῦ σοφοῦ ταινίαις αὐτὸν ἀναδήσοντες καὶ στεφανώσοντες αὐτὸν θαλλοῦ στεφάνῳ. ὁ δέ, οἶμαί, τινα ὑφαίνει μῦθον. τὸ γὰρ μειδίαμα τοῦ προσώπου καὶ οἱ ὀφθαλμοὶ κατὰ γῆς ἑστῶτες τοῦτο δηλοῦσιν· οἶδεν ὁ ζωγράφος, ὅτι αἱ τῶν μύθων φροντίδες ἀνειμένης τῆς ψυχῆς δέονται. φιλοσοφεῖ δὲ ἡ γραφὴ καὶ τὰ τῶν μύθων σώματα, θηρία γὰρ συμβάλλουσα ἀνθρώποις περιίστησι χορὸν τῷ Αἰσώπῳ ἀπὸ τῆς ἐκείνου σκηνῆς συμπλάσασα, κορυφαία δὲ τοῦ χοροῦ ἡ ἀλώπηξ γέγραπται, χρῆται γὰρ αὐτῇ ὁ Αἴσωπος διακόνῳ τῶν πλείστων ὑποθέσεων, ὥσπερ ἡ κωμῳδία τῷ Δάῳ.

δ. Θηβῶν μὲν ἡ πολιορκία, τὸ γὰρ τεῖχος ἑπτάπυλον, ἡ στρατιὰ δὲ Πολυνείκης ὁ τοῦ Οἰδίποδος, οἱ γὰρ λόχοι ἑπτά. πελάζει αὐτοῖς Ἀμφιάρεως ἀθύμῳ εἴδει καὶ ξυνιέντι ἃ πείσονται, καὶ οἱ μὲν ἄλλοι λοχαγοὶ δεδίασι — ταῦτα καὶ τὰς χεῖρας ἐς τὸν οὐρανὸν αἴρουσι — Καπανεὺς δὲ τὰ τείχη βλέπει περιφρονῶν τὰς ἐπάλξεις ὡς κλίμακι ἁλωτάς. οὐ μὴν βάλλεταί πω ἀπὸ τῶν ἐπάλξεων ὀκνοῦντές που οἱ Θηβαῖοι ἄρξαι μάχης. ἡδὺ τὸ σόφισμα τοῦ ζωγράφου· περιβάλλων τοῖς τείχεσιν ἄνδρας ὡπλισμένους τοὺς μὲν ἀρτίους παρέχει ὁρᾶν, τοὺς δὲ ἀσαφεῖς τὰ σκέλη, τοὺς δὲ ἡμίσεας καὶ στέρνα ἐνίων καὶ κεφαλὰς μόνας καὶ κόρυθας μόνας, εἶτα αἰχμάς. ἀναλογία ταῦτα, ὦ παῖ. δεῖ γὰρ κλέπτεσθαι τοὺς ὀφθαλμοὺς

p.300
τοῖς ἐπιτηδείοις κύκλοις συναπιόντας. οὐδὲ αἱ Θῆβαι ἀμάντευτοι, λόγιον γάρ τι ὁ Τειρεσίας λέγει τεῖνον ἐς Μενοικέα τὸν τοῦ Κρέοντος, ὡς ἀποθανών, ἔνθα ἡ χειὰ τοῦ δράκοντος, ἐλευθέρα ἡ πόλις ἐκ τούτου εἴη. ὁ δὲ ἀποθνήσκει λαθὼν τὸν πατέρα ἐλεεινὸς μὲν τῆς ἡλικίας, εὐδαίμων δὲ τοῦ θάρσους. ὅρα γὰρ τὰ τοῦ ζωγράφου· γράφει μειράκιον οὐ λευκόν, οὐδʼ ἐκ τρυφῆς, ἀλλʼ εὔψυχον καὶ παλαίστρας πνέον, οἷον τὸ τῶν μελιχρόων ἄνθος, οὓς ἐπαινεῖ ὁ τοῦ Ἀρίστωνος, διαφράττει δὲ αὐτὸ στέρνοις εὐβαφέσι καὶ πλευραῖς καὶ γλουτῷ συμμέτρῳ καὶ μηρῷ. ἔρρωται καὶ ὤμων ἐπαγγελίᾳ καὶ οὐκ ἀτρέπτῳ τένοντι, μετέχει δὲ καὶ κόμης, ὅσον μὴ κομᾶν. ἐφέστηκε δὲ τῇ χειᾷ τοῦ δράκοντος ἕλκον τὸ ξίφος ἐνδεδυκὸς ἤδη τῇ πλευρᾷ, καὶ δεξώμεθα, ὦ παῖ, τὸ αἷμα κόλπον αὐτῷ ὑποσχόντες, ἐκχεῖται γάρ, καὶ ἡ ψυχὴ ἤδη ἄπεισι, μικρὸν δὲ ὕστερον καὶ τετριγυίας αὐτῆς ἀκούσῃ. ἔρωτα γὰρ τῶν καλῶν σωμάτων καὶ αἱ ψυχαὶ ἴσχουσιν, ὅθεν ἄκουσαι αὐτῶν ἀπαλλάττονται. ὑπεξιόντος δὲ αὐτῷ τοῦ αἵματος ὀκλάζει καὶ ἀσπάζεται τὸν θάνατον καλῷ καὶ ἡδεῖ τῷ ὄμματι καὶ οἷον ὕπνον ἕλκοντι.

ε. περὶ τὸν Νεῖλον οἱ πήχεις ἀθύρουσι παιδία ξύμμετρα τῷ ὀνόματι, καὶ ὁ Νεῖλος αὐτοῖς ὑπεργάνυται τά τε ἄλλα καὶ ὅτι κηρύττουσιν αὐτόν, ὅσος Αἰγυπτίοις προεχύθη. προσάγεται οὖν καὶ οἷον ἔρχεται αὐτῷ ἐκ τοῦ ὕδατος βρέφη ἁπαλὰ καὶ μειδιῶντα, μετέχειν δὲ οἶμαί τι αὐτὰ καὶ τοῦ λάλου, καὶ οἱ μὲν τοῖς ὤμοις αὐτοῦ ἐφιζάνουσιν, οἱ δὲ τῶν

p.301
πλοκάμων ἐκκρέμανται, οἱ δὲ τῇ ἀγκάλῃ ἐγκαθεύδουσιν, οἱ δὲ κωμάζουσιν ἐπὶ τοῦ στέρνου. ὁ δὲ ἀναδίδωσιν αὐτοῖς ἄνθη τὰ μὲν ἀπὸ τοῦ κόλπου, τὰ δὲ ἀπὸ τῆς ἀγκάλης, ὡς στεφάνους τε ἀπʼ αὐτῶν διαπλέκοιεν καὶ καθεύδοιεν ἐπὶ τῶν ἀνθέων ἱεροὶ καὶ εὐώδεις, καὶ ἐπαναβαίνουσιν ἄλλο ἄλλῳ τὰ παιδία σείστροις ἅμα, ταυτὶ γὰρ ἔναυλα ἐκείνῳ τῷ ὕδατι. κροκόδειλοι μὲν οὖν καὶ οἱ ποτάμιοι τῶν ἵππων, οὓς τῷ Νείλῳ τινὲς προσγράφουσιν, ἀπόκεινται νῦν ἐν βαθείᾳ τῇ δίνῃ, μὴ δέος τοῖς παιδίοις ἐμπέσοι, γεωργίας δὲ καὶ ναυτιλίας σύμβολα δηλοῖ τὸν Νεῖλον ἐκ τοιοῦδε, ὦ παῖ, λόγου· ὁ Νεῖλος Αἴγυπτον πλωτὴν ἐργασάμενος εὐκάρπῳ τῇ γῇ χρῆσθαι δίδωσιν ὑπὸ τῶν πεδίων ἐκποθείς, ἐν Αἰθιοπίᾳ δέ, ὅθεν ἄρχεται, ταμίας αὐτῷ δαίμων ἐφέστηκεν, ὑφʼ οὗ πέμπεται ταῖς ὥραις σύμμετρος. γέγραπται δὲ οὐρανομήκης ἐπινοῆσαι καὶ τὸν πόδα ἐπέχει ταῖς πηγαῖς, οἷον, ὦ Πόσειδον, προσνεύων. ἐς τοῦτον ὁ ποταμὸς βλέπει καὶ αἰτεῖ τὰ βρέφη αὐτῷ πολλὰ εἶναι.

ς. μῆλα ἔρωτες ἰδοὺ τρυγῶσιν, εἰ δὲ πλῆθος αὐτῶν, μὴ θαυμάσῃς, νυμφῶν γὰρ δὴ παῖδες οὗτοι γίγνονται, τὸ θνητὸν ἅπαν διακυβερνῶντες, πολλοὶ διὰ πολλά, ὧν ἐρῶσιν ἄνθρωποι, τὸν δὲ οὐράνιόν φασιν ἐν τῷ οὐρανῷ πράττειν τὰ θεῖα. μῶν ἐπῄσθου τι τῆς ἀνὰ τὸν κῆπον εὐωδίας ἢ βραδύνει σοι τοῦτο; ἀλλὰ προθύμως ἄκουε, προσβαλεῖ γὰρ σε μετὰ τοῦ λόγου καὶ τὰ μῆλα. ὄρχοι μὲν οὗτοι φυτῶν ὀρθοὶ πορεύονται, τοῦ μέσου δὲ αὐτῶν ἐλευθερία

p.302
βαδίζειν. πόα δὲ ἁπαλὴ κατέχει τοὺς δρόμους οἵα καὶ κατακλιθέντι στρωμνὴ εἶναι. ἀπʼ ἄκρων δὲ τῶν ὄζων μῆλα χρυσᾶ καὶ πυρσὰ καὶ ἡλιώδη προσάγονται τὸν ἑσμὸν ὅλον τῶν ἐρώτων γεωργεῖν αὐτά. φαρέτραι μὲν οὖν αὗται χρυσόπαστοι καὶ χρυσαῖ καὶ τὰ ἐν αὐταῖς βέλη, γυμνὴ τούτων ἡ ἀγέλη πᾶσα καὶ κοῦφοι διαπέτονται περιαρτήσαντες αὐτὰ ταῖς μηλέαις, αἱ δὲ ἐφεστρίδες αἱ ποικίλαι κεῖνται μὲν ἐν τῇ πόᾳ, μυρία δὲ αὐτῶν τὰ ἄνθη, οὐδὲ ἐστεφάνωνται τὰς κεφαλὰς ὡς ἀποχρώσης αὐτοῖς τῆς κόμης. πτερὰ δὲ κυάνεα καὶ φοινικᾶ καὶ χρυσᾶ ἐνίοις μονονοὺ καὶ αὐτὸν πλήττει τὸν ἀέρα ξὺν ἁρμονίᾳ μουσικῇ. φεῦ τῶν ταλάρων, ἐς οὓς ἀποτίθενται τὰ μῆλα, ὡς πολλὴ μὲν περὶ αὐτοὺς ἡ σαρδώ, πολλὴ δὲ ἡ σμάραγδος, ἀληθινὴ δὲ ἡ μάργηλις, ἡ συνθήκη δὲ αὐτῶν Ἡφαίστου νοείσθω. οὐδὲ κλιμάκων δέονται πρὸς τὰ δένδρα παρʼ αὐτοῦ, ὑψοῦ γὰρ καὶ ἐς αὐτὰ πέτονται τὰ μῆλα. καὶ ἵνα μὴ τοὺς χορεύοντας λέγωμεν ἢ τοὺς διαθέοντας ἢ τοὺς καθεύδοντας ἢ ὡς γάνυνται τῶν μήλων ἐμφαγόντες, ἴδωμεν, ὅ τι ποτὲ νοοῦσιν οὗτοι. οἱ γὰρ κάλλιστοι τῶν ἐρώτων ἰδοὺ τέτταρες ὑπεξελθόντες τῶν ἄλλων δύο μὲν αὐτῶν ἀντιπέμπουσι μῆλον ἀλλήλοις, ἡ δὲ ἑτέρα δυὰς ὁ μὲν τοξεύει τὸν ἕτερον, ὁ δὲ ἀντιτοξεύει καὶ οὐδὲ ἀπειλὴ τοῖς προσώποις ἔπεστιν, ἀλλὰ καὶ στέρνα παρέχουσιν ἀλλήλοις, ἵνʼ ἐκεῖ που τὰ βέλη πελάσῃ. καλὸν τὸ αἴνιγμα· σκόπει γάρ, εἴ τι ξυνίημι τοῦ ζωγράφου· φιλία ταῦτα, ὦ παῖ, καὶ ἀλλήλων ἵμερος, οἱ μὲν γὰρ διὰ τοῦ μήλου παίζοντες πόθου ἄρχονται, ὅθεν ὁ μὲν ἀφίησι φιλήσας τὸ μῆλον, ὁ δὲ ὑπτίαις αὐτὸ ὑποδέχεται ταῖς χερσὶ δῆλον ὡς ἀντιφιλήσων, εἰ λάβοι, καὶ ἀντιπέμψων αὐτό, τὸ δὲ τῶν
p.303
τοξοτῶν ζεῦγος ἐμπεδοῦσιν ἔρωτα ἤδη φθάνοντα, καὶ φημὶ τοὺς μὲν παίζειν ἐπὶ τῷ ἄρξασθαι τοῦ ἐρᾶν, τοὺς δὲ τοξεύειν ἐπὶ τῷ μὴ λῆξαι τοῦ πόθου. ἐκεῖνοι μὲν οὖν, περὶ οὓς οἱ πολλοὶ θεαταί, θυμῷ συμπεπτώκασι καὶ ἔχει τις αὐτοὺς πάλη. λέξω καὶ τὴν πάλην, καὶ γὰρ τοῦτο ἐκλιπαρεῖς· ὁ μὲν ᾕρηκε τὸν ἀντίπαλον περιπτὰς αὐτῷ κατὰ τῶν νώτων καὶ ἐς πνῖγμα ἀπολαμβάνει καὶ καταδεῖ τοῖς σκέλεσιν, ὁ δὲ οὔτε ἀπαγορεύει καὶ ὀρθὸς ὑπανίσταται καὶ διαλύει τὴν χεῖρα, ὑφʼ ἧς ἄγχεται, στρεβλώσας ἕνα τῶν δακτύλων, μεθʼ ὃν οὐκέτι οἱ λοιποὶ ἔχουσιν, οὐδέ εἰσιν ἐν τῷ ἀπρίξ, ἀλγεῖ δὲ ὁ στρεβλούμενος καὶ κατεσθίει τοῦ παλαιστοῦ τὸ οὖς. ὅθεν δυσχεραίνουσιν οἱ θεώμενοι τῶν ἐρώτων ὡς ἀδικοῦντι καὶ ἐκπαλαίοντι, καὶ μήλοις αὐτὸν καταλιθοῦσι. μηδὲ ὁ λαγὼς ἡμᾶς ἐκεινοσὶ διαφευγέτω, συνθηράσωμεν δὲ αὐτὸν τοῖς ἔρωσι. τοῦτο τὸ θηρίον ὑποκαθήμενον ταῖς μηλέαις καὶ σιτούμενον τὰ πίπτοντα ἐς γῆν μῆλα, πολλὰ δὲ καὶ ἡμίβρωτα καταλεῖπον διαθηρῶσιν οὗτοι καὶ ταράττουσιν ὁ μὲν κρότῳ χειρῶν, ὁ δὲ κεκραγώς, ὁ δὲ ἀνασείων τὴν χλαμύδα, καὶ οἱ μὲν ὑπερπέτονται τοῦ θηρίου καταβοῶντες, οἱ δὲ μεθέπουσιν αὐτὸ πεζοὶ κατὰ ἴχνος, ὁ δʼ ὡς ἐπιρρίψων ἑαυτὸν ὥρμησε καὶ τὸ θηρίον ἄλλην ἐτράπετο, ὁ δὲ ἐπιβουλεύει τῷ σκέλει τοῦ λαγώ, τὸν δὲ καὶ διώλισθεν ᾑρηκότα· γελῶσιν οὖν καὶ καταπεπτώκασιν ὁ μὲν ἐς πλευράν, ὁ δὲ πρηνής, οἱ δὲ ὕπτιοι, πάντες δὲ ἐν τοῖς τῆς διαμαρτίας σχήμασι. τοξεύει δὲ οὐδείς, ἀλλὰ πειρῶνται αὐτὸν ἑλεῖν ζῶντα ἱερεῖον τῇ Ἀφροδίτῃ ἥδιστον. οἶσθα γάρ που τὸ περὶ τοῦ λαγὼ λεγόμενον, ὡς πολὺ τῆς Ἀφροδίτης μέτεστιν αὐτῷ· λέγεται γοῦν περὶ μὲν τοῦ θηλάζειν τε αὐτό,
p.304
ἃ ἔτεκε, καὶ ἀποτίκτειν πάλιν ἐπὶ ταὐτῷ γάλακτι καὶ ἐπικυίσκειν δὲ καὶ οὐδὲ εἷς χρόνος αὐτῷ τοῦ τοκετοῦ κενός, τὸ δὲ ἄρρεν σπείρει τε, ὡς φύσις ἀρρένων, καὶ ἐπικυίσκει παρʼ ὃ πέφυκεν. οἱ δὲ ἄτοποι τῶν ἐραστῶν καὶ πειθώ τινα ἐρωτικὴν ἐν αὐτῷ κατέγνωσαν βιαίῳ τέχνῃ τὰ παιδικὰ θηρώμενοι. ταῦτα μὲν οὖν καταλείπωμεν ἀνθρώποις ἀδίκοις καὶ ἀναξίοις τοῦ ἀντερᾶσθαι, σὺ δέ μοι τὴν Ἀφροδίτην βλέπε· ποῦ δὴ καὶ κατὰ τί τῶν μηλεῶν ἐκείνῃ; ὁρᾷς τὴν ὕπαντρον πέτραν, ἧς νᾶμα κυανώτατον ὑπεκτρέχει χλωρόν τε καὶ πότιμον, ὃ δὴ καὶ διοχετεύεται ποτὸν εἶναι ταῖς μηλέαις; ἐνταῦθά μοι τὴν Ἀφροδίτην νόει, νυμφῶν, οἶμαι, αὐτὴν ἱδρυμένων, ὅτι αὐτὰς ἐποίησεν ἐρώτων μητέρας καὶ διὰ τοῦτο εὔπαιδας. καὶ κάτοπτρον δὲ τὸ ἀργυροῦν καὶ τὸ ὑπόχρυσον ἐκεῖνο σανδάλιον καὶ αἱ περόναι αἱ χρυσαῖ, ταῦτα πάντα οὐκ ἀργῶς ἀνῆπται· λέγει δὲ Ἀφροδίτης εἶναι, καὶ γέγραπται τοῦτο, καὶ νυμφῶν δῶρα εἶναι λέγεται, καὶ οἱ ἔρωτες δὲ ἀπάρχονται τῶν μήλων καὶ περιεστῶτες εὔχονται καλὸν αὐτοῖς εἶναι τὸν κῆπον.

ζ. ἡ μὲν στρατιὰ Μέμνονος, τὰ ὅπλα δὲ αὐτοῖς ἀπόκειται καὶ προτίθενται τὸν μέγιστον αὐτῶν ἐπὶ θρήνῳ, βέβληται δὲ κατὰ τὸ στέρνον, ἐμοὶ δοκεῖν, ὑπὸ τῆς μελίας. εὑρὼν γὰρ πεδίον εὐρὺ καὶ σκηνὰς καὶ τεῖχος ἐν στρατοπέδῳ καὶ πόλιν συμπεφραγμένην τείχεσιν οὐκ οἶδʼ ὅπως οὐκ Αἰθίοπες οὗτοι καὶ Τροία ταῦτα, θρηνεῖται δὲ Μέμνων ὁ τῆς Ἠοῦς. τοῦτον ἀφικόμενον ἀμῦναι τῇ Τροίᾳ κτείνει,

p.305
φασίν, ὁ τοῦ Πηλέως, μέγαν ἥκοντα καὶ οὐδὲν αὐτοῦ μείω. σκόπει γάρ, ὅσος μὲν κεῖται κατὰ τῆς γῆς, ὅσος δὲ ὁ τῶν βοστρύχων ἄσταχυς, οὕς, οἶμαι, Νείλῳ ἔτρεφε. Νείλου γὰρ Αἰγύπτιοι μὲν ἔχουσι τὰς ἐκβολάς, Αἰθίοπες δὲ τὰς πηγάς. ὅρα τὸ εἶδος, ὡς ἔρρωται καὶ τῶν ὀφθαλμῶν ἀπολωλότων, ὅρα τὸν ἴουλον, ὡς καθʼ ἡλικίαν τῷ κτείναντι. οὐδʼ ἂν μέλανα φαίης τὸν Μέμνονα, τὸ γὰρ ἀκράτως ἐν αὐτῷ μέλαν ὑποφαίνει τι ἄνθους. αἱ δὲ μετέωροι δαίμονες Ἠὼς ἐπὶ τῷ παιδὶ πενθοῦσα κατηφῆ ποιεῖ τὸν Ἥλιον καὶ δεῖται τῆς Νυκτὸς ἀφικέσθαι πρὸ καιροῦ καὶ τὸ στρατόπεδον ἐπισχεῖν, ἵνα ἐγγένηταί οἱ κλέψαι τὸν υἱόν, Διός που ταῦτα νεύσαντος. καὶ ἰδού, ἐκκέκλεπται καὶ ἔστιν ἐπὶ τέρμασι τῆς γραφῆς. σπουδὴ καὶ κατὰ τί τῆς γῆς τάφος οὐδαμοῦ Μέμνονος, ὁ δὲ Μέμνων ἐν Αἰθιοπίᾳ, μεταβεβληκὼς ἐς λίθον μέλανα, καὶ τὸ σχῆμα μὲν καθημένου, τὸ δὲ εἶδος ἐκεῖνο, οἶμαι, καὶ προσβάλλει τῷ ἀγάλματι ἡ ἀκτὶς τοῦ Ἡλίου· δοκεῖ γὰρ ὁ Ἥλιος οἱονεὶ πλῆκτρον κατὰ στόμα ἐμπίπτων τῷ Μέμνονι ἐκκαλεῖσθαι φωνὴν ἐκεῖθεν καὶ λαλοῦντι σοφίσματι παραμυθεῖσθαι τὴν Ἡμέραν.

η. πεζεύοντι τὴν θάλατταν τῷ Ποσειδῶνι ἐντετύχηκας, οἶμαι, παρʼ Ὁμήρῳ, ὅτε κατὰ τοὺς Ἀχαιοὺς ἀπὸ Αἰγῶν στέλλεται, καὶ ἡ θάλαττα γαλήνην ἄγει παραπέμπουσα αὐτὸν αὐτοῖς ἵπποις καὶ αὐτοῖς κήτεσι, καὶ γὰρ ἐκεῖνα ἕπεται καὶ σαίνει τὸν Ποσειδῶνα ὡς ἐνταῦθα. ἐκεῖ μὲν οὖν ἠπειρωτῶν οἶμαι τῶν ἵππων αἰσθάνῃ, χαλκόποδάς τε γὰρ αὐτοὺς ἀξιοῖ εἶναι καὶ ὠκυπέτας καὶ μάστιγι πλήττεσθαι,

p.306
ἐνταῦθα δὲ ἱππόκαμποι τὸ ἅρμα καὶ ἔφυδροι τὰς ὁπλὰς καὶ νευστικοὶ καὶ τοὺς ὀφθαλμοὺς ὑπόγλαυκοι καί, νὴ Δία, ὅσα δελφῖνες, κἀκεῖ μὲν δυσχεραίνειν ὁ Ποσειδῶν ἔοικε καὶ νεμεσᾶν τῷ Διὶ κλίνοντι τὸ Ἑλληνικὸν καὶ βραβεύοντι αὐτοῖς ἀπὸ τοῦ χείρονος, ἐνταῦθα δὲ φαιδρὸς γέγραπται καὶ ἱλαρὸν βλέπει καὶ σεσόβηται μάλα ἐρωτικῶς· Ἀμυμώνη γὰρ ἡ Δαναοῦ θαμίζουσα ἐπὶ τὸ τοῦ Ἰνάχου ὕδωρ κεκράτηκε τοῦ θεοῦ καὶ στέλλεται θηρεύσων αὐτὴν οὔπω ξυνιεῖσαν, ὅτι ἐρᾶται. τὸ γοῦν περίφοβον τῆς κόρης καὶ τὸ πάλλεσθαι καὶ ἡ κάλπις ἡ χρυσῆ διαφεύγουσα τὰς χεῖρας δηλοῖ τὴν Ἀμυμώνην ἐκπεπλῆχθαι καὶ ἀπορεῖν, τί βουλόμενος ὁ Ποσειδῶν ἐκλείπει πανσυδὶ τὴν θάλατταν, λευκήν τε ὑπὸ φύσεως οὖσαν ὁ χρυσὸς περιστίλβει κεράσας τὴν αὐγὴν τῷ ὕδατι. ὑπεκστῶμεν, ὦ παῖ, τῇ νύμφῃ, καὶ γὰρ κῦμα ἤδη κυρτοῦται ἐς τὸν γάμον, τὸ δὲ κῦμα γλαυκὸν ἔτι καὶ τοῦ χαροποῦ τρόπου, πορφυροῦν δὲ αὐτὸ ὁ Ποσειδῶν γράψει.

θ. Ὕπομβρος μὲν ἡ γῆ, φέρει δὲ κάλαμον καὶ φλοιόν, ἃ δὴ ἄσπαρτα καὶ ἀνήροτα δίδωσιν ἡ τῶν ἑλῶν εὐφυία, καὶ μυρίκη γέγραπται καὶ κύπειρον, καὶ γὰρ ταῦτά ἐστι τῶν ἑλῶν. ὄρη δὲ οὐρανομήκη περιβέβληται φύσεως οὐ μιᾶς, τὰ μὲν γὰρ τὴν πίτυν παρεχόμενα λεπτόγεων τιθεῖ, τὰ δὲ κυπαρίττῳ κομῶντα τῆς ἀργιλώδους λέγει, ἐλάται δὲ ἐκεῖναι τί ἄλλο γε ἢ δυσχείμερον καὶ τραχὺ τὸ ὄρος; οὐ γὰρ ἀσπάζονται βῶλον, οὐδὲ ἀγαπῶσι θάλπεσθαι· ταῦτά τοι καὶ ἀποικοῦσι τῶν πεδίων, ὡς ἐν τοῖς ὄρεσι ῥᾷον αὐξόμεναι τοῦ ἄνω. πηγαὶ δὲ ἀποβλύζουσι

p.307
τῶν ὀρῶν, αἳ δὴ ῥέουσαι κάτω καὶ κοινούμεναι τὸ ὕδωρ ἕλος ὑπʼ αὐτῶν τὸ πεδίον, οὐ μὴν ἄτακτόν γε, οὐδὲ οἷον πεφύρθαι, διῆκται δὲ αὐτοῦ τὸ νᾶμα ὑπὸ τῆς γραφῆς, ὡς ἂν καὶ ἡ φύσις αὐτὸ διήγαγεν ἡ σοφὴ πάντων, Μαιάνδρους δὲ πολλοὺς ἑλίττει σελίνου βρύοντας ἀγαθοὺς ναυτίλλεσθαι τοῖς ὄρνισι τοῖς ὑγροῖς. ὁρᾷς γάρ που τὰς νήττας, ὡς ἔφυδροι διολισθάνουσιν ἀναφυσῶσαί τινας οἷον αὐλοὺς τοῦ ὕδατος. τί δὴ τὸ τῶν χηνῶν ἔθνος; καὶ γὰρ δὴ κἀκεῖνοι γεγράφαται κατὰ τὴν ἑαυτῶν φύσιν ἐπιπόλαιοί τε καὶ πλωτῆρες. τοὺς δὲ ἐπὶ μακροῖν τοῖν σκελοῖν, τοὺς περιττοὺς τὸ ῥάμφος ξένους οἶμαι αἰσθάνῃ καὶ ἁβροὺς ἄλλον ἄλλου πτεροῦ, καὶ τὰ σχήματα δὲ αὐτῶν ποικίλα. ὁ μὲν γὰρ ἐπὶ πέτρας ἀναπαύει τὼ πόδε κατὰ ἕνα, ὁ δὲ ψύχει τὸ πτερόν, ὁ δὲ ἐκκαθαίρει, ὁ δὲ ᾕρηκέ τι ἐκ τοῦ ὕδατος, ὁ δὲ ἐς τὴν γῆν ἀπονένευκεν ἐπισιτίσασθαί τι ἐκεῖθεν. ἡνιοχεῖσθαι δὲ τοὺς κύκνους ὑπὸ τῶν ἐρώτων θαῦμα οὐδέν, ἀγέρωχοι γὰρ οἱ θεοὶ καὶ δεινοὶ παίζειν ἐς τοὺς ὄρνιθας, ὅθεν μηδὲ τὴν ἡνιόχησιν ἀργῶς παρέλθωμεν, μηδὲ αὐτὸ τὸ ὕδωρ, ἐν ᾧ ταῦτα. τὸ μὲν γὰρ δὴ ὕδωρ τοῦτο κάλλιστον τοῦ ἕλους, τῆς γῆς αὐτὸ διδούσης αὐτόθεν, συνίσταται δὲ ἐς κολυμβήθραν παγκάλην. διὰ μέσου γὰρ τοῦ ὕδατος ἀμάραντα νεύει τὰ μὲν ἔνθεν, τὰ δὲ ἐκεῖθεν, ἡδεῖς ἀστάχυες καὶ βάλλοντες ἄνθει τὸ ὕδωρ. περὶ τούτους ἡνιοχοῦσιν ἕρωτες ἱεροὺς καὶ χρυσοχαλίνους ὄρνις ὁ μὲν πᾶσαν ἡνίαν ἐνδιδούς, ὁ δὲ ἀνακόπτων, ὁ δὲ ἐπιστρέφων, ὁ δὲ περὶ τὴν νύσσαν ἐλαύνων — καὶ παρακελευομένων τοῖς κύκνοις ἀκούειν δόκει καὶ ἀπειλούντων ἀλλήλοις καὶ τωθαζόντων, ταῦτα γὰρ τοῖς προσώποις ἔπεστιν — ὁ δὲ καταβάλλει τὸν πέλας, ὁ δὲ καταβέβληκεν,
p.308
ὁ δὲ ἠγάπησεν ἐκπεσεῖν τοῦ ὄρνιθος, ὡς λούσαιτο ἐν τῷ ἱπποδρόμῳ. κύκλῳ δὲ ταῖς ὄχθαις ἐφεστᾶσιν οἱ μουσικώτεροι τῶν κύκνων, ἐπᾴδοντες, οἶμαι, τὸν ὄρθιον, ὡς πρὸς τρόπου τοῖς ἁμιλλωμένοις. σημεῖον τῆς ᾠδῆς ὁρᾷς τὸ πτηνὸν μειράκιον; ἄνεμος τοῦτο Ζέφυρος, τὴν ᾠδὴν τοῖς κύκνοις ἐνδιδούς. γέγραπται δὲ ἁπαλὸν καὶ χαρίεν ἐς αἴνιγμα τοῦ πνεύματος, καὶ αἱ πτέρυγες ἥπλωνται τοῖς κύκνοις πρὸς τὸ πλήττεσθαι ὑπὸ τοῦ ἀνέμου. ἰδοὺ καὶ ποταμὸς ὑπεξέρχεται τοῦ ἕλους εὐρὺς καὶ ὑποκυμαίνων, διαβαίνουσι δʼ αὐτὸν αἰπόλοι καὶ νομεῖς ἐπὶ ζεύγματος. εἰ δὲ τῶν αἰγῶν ἐπαινοίης τὸν ζωγράφον, ὅτι αὐτὰς ὑποσκιρτώσας καὶ ἀγερώχους γέγραφεν, ἢ τῶν προβάτων, ὅτι σχολαῖον αὐτοῖς τὸ βάδισμα καὶ οἷον ἄχθος οἱ μᾶλλοι, τάς τε σύριγγας εἰ διεξίοιμεν ἢ τοὺς χρωμένους αὐταῖς, ὡς ὑπεσταλμένῳ τῷ στόματι αὐλοῦσι, σμικρὸν ἐπαινεσόμεθα τῆς γραφῆς καὶ ὅσον ἐς μίμησιν ἥκει, σοφίαν δὲ οὐκ ἐπαινεσόμεθα, οὐδὲ καιρόν, ἃ δὴ κράτιστα δοκεῖ τῆς τέχνης. τίς οὖν ἡ σοφία; ζεῦγμα φοινίκων ἐπιβέβληκε τῷ ποταμῷ καὶ μάλα ἡδὺν ἐπʼ αὐτῷ λόγον· εἰδὼς γὰρ τὸ περὶ τῶν φοινίκων λεγόμενον καὶ ὅτι αὐτῶν ὁ μὲν ἄρσην τις, ἡ δὲ θήλεια, καὶ περὶ τοῦ γάμου σφῶν διακηκοὼς καὶ ὅτι ἄγονται τὰς θηλείας περιβάλλοντες αὐτὰς τοῖς κλάδοις καὶ ἐπιτείνοντες αὑτοὺς ἐπʼ αὐτὰς ἀφʼ ἑκατέρου τοῦ γένους δύο φοίνικας, ἕνα κατὰ μίαν ὄχθην, γέγραφεν· εἶτα ὁ μὲν ἐρᾷ καὶ ἐπικλίνεται καὶ ὑπεράλλεται τοῦ ποταμοῦ, τῆς δὲ θηλείας ἔτι ἀφεστώσης οὐκ ἔχων ἐπιλαβέσθαι κεῖται καὶ δουλεύει ζεύξας τὸ ὕδωρ, καὶ ἔστι τοῖς διαβαίνουσιν ἀσφαλὴς ὑπὸ τὴς τοῦ φλοιοῦ τραχύτητος.
p.309

ι. τῆς λύρας τὸ σόφισμα πρῶτος Ἑρμῆς πήξασθαι λέγεται κεράτοιν δυοῖν καὶ ζυγοῦ καὶ χέλυος, καὶ δοῦναι μετὰ τὸν Ἀπόλλω καὶ τὰς Μούσας Ἀμφίονι τῷ Θηβαίῳ τὸ δῶρον, ὁ δὲ οἰκῶν τὰς Θήβας οὔπω τετειχισμένας ἀφῆκε κατὰ τῶν λίθων μέλη καὶ ἀκούοντες οἱ λίθοι συνθέουσι. ταῦτα γὰρ τὰ ἐν τῇ γραφῇ. πρώτην οὖν διαθεῶ τὴν λύραν, εἰ καθʼ αὑτὴν γέγραπται. τὸ μὲν γὰρ κέρας αἰγὸς ἰξάλου ποιηταί φασι, χρῆται δὲ αὐτῷ ὁ μὲν μουσικὸς ἐς τὴν λύραν, ὁ δὲ τοξότης ἐς τὰ οἰκεῖα. μέλανα καὶ πριονωτὰ ὁρᾷς τὰ κέρατα καὶ δεινὰ ἐναράξαι, ξύλα δέ, ὅσων δεῖ τῇ λύρᾳ, πύξου πάντα στρυφνοῦ καὶ λείου τὸν ὄζον. ἐλέφας οὐδαμοῦ τῆς λύρας οὔπω οἱ ἄνθρωποι εἰδότες οὔτε αὐτὸ τὸ θηρίον, οὔτε ὅ τι τοῖς κέρασιν αὐτοῦ χρήσονται, καὶ ἡ χέλυς μέλαινα μέν, διηκρίβωται δὲ κατὰ τὴν φύσιν καὶ λαγαροὺς περιβέβληται κύκλους ἄλλον ξυνάπτοντας ἄλλῳ ξανθοῖς τοῖς ὀμφαλοῖς, νευραὶ δὲ τὰ μὲν ἐπὶ τῇ μαγάδι πρόκεινται καὶ τοῖς ὀμφαλοῖς ἀπαντῶσι, τὰ δὲ ὑπὸ τῷ ζυγῷ κοῖλα δοκοῦσι. σχῆμά που τοῦτο αὐτῶν ἀναλογώτατον ἀνακεκλίσθαι σφᾶς ὀρθὰς ἐν τῇ λύρᾳ. ὁ δὲ Ἀμφίων τί φησι; τί ἄλλο γε ἢ ψάλλει καὶ ἡ ἑτέρα χεὶρ τείνει τὸν νοῦν ἐς τὴν πηκτίδα καὶ παραφαίνει τῶν ὀδόντων, ὅσον ἀπόχρη τῷ ᾅδοντι; ᾅδει δέ, οἶμαι, τὴν γῆν, ὅτι πάντων γενέτειρα καὶ μήτηρ οὖσα καὶ αὐτόματα ἤδη τείχη δίδωσιν. ἡ κόμη δὲ ἡδεῖα μὲν καὶ καθʼ ἑαυτὴν ἐναλύουσα μὲν τῷ μετώπῳ, συγκατιοῦσα δὲ τῷ ἰούλῳ παρὰ τὸ οὖς καὶ χρυσοῦ τι ἐπιφαίνουσα, ἡδίων δὲ μετὰ τῆς μίτρας, ἥν φασιν οἱ τῶν ἀποθέτων ποιηταὶ Χάριτας καμεῖν,

p.310
ἄγαλμα ἥδιστον καὶ προσεχέστατον τῇ λύρᾳ. δοκῶ μοι τὸν Ἑρμῆν ἔρωτι κατειλημμένον δοῦναι Ἀμφίονι ἄμφω τὰ δῶρα. καὶ ἡ χλαμύς, ἣν φορεῖ, κἀκείνη παρὰ τοῦ Ἑρμοῦ τάχα· οὐ γὰρ ἐφʼ ἑνὸς μένει χρώματος, ἀλλὰ τρέπεται καὶ κατὰ τὴν ἶριν μετανθεῖ. κάθηται δὲ ἐπὶ κολωνοῦ τῷ μὲν ποδὶ κρούων ξυμμελές, τῇ δεξιᾷ δὲ παραπλήττων τὰς νευρὰς ψάλλει, καὶ ἡ ἑτέρα χεὶρ ἐν ὀρθαῖς ταῖς τῶν δακτύλων προβολαῖς, ὅπερ ᾤμην πλαστικὴν ἀπαυθαδιεῖσθαι μόνην. εἶεν. τὰ δὲ τῶν λίθων πῶς ἔχει; πάντες ἐπὶ τὴν ᾠδὴν συνθέουσι καὶ ἀκούουσι καὶ γίγνονται τεῖχος, καὶ τὸ μὲν ἐξῳκοδόμηται, τὸ δὲ ἀναβαίνει, τὸ δὲ ἄρτι κατέλαβον. φιλότιμοι καὶ ἡδεῖς οἱ λίθοι καὶ θητεύοντες μουσικῇ, τὸ δὲ τεῖχος ἑπτάπυλον, ὅσοι τῆς λύρας οἱ τόνοι.