Imagines

Philostratus Sophista

Philostratus, the Athenian, 2nd/3rd cent, creator; Philostratus, the Lemnian, 3rd cent, creator; Kayser, C. L. (Carl Ludwig), 1808-1872, editor

κη. μὴ παραθεῖτε ἡμᾶς, ὦ θηρευταί, μηδὲ ἐπικελεύεσθε τοῖς ἵπποις, πρὶν ὑμῶν ἐξιχνεύσωμεν, ὅ τι βούλεσθε καὶ ὅ τι θηρᾶτε. ὑμεῖς μὲν γὰρ ἐπὶ χλούνην σῦν φατε ἵεσθαι, καὶ ὁρῶ τὰ ἔργα τοῦ θηρίου· τὰς ἐλαίας ἐξορώρυχε καὶ τὰς ἀμπέλους ἐκτέτμηκε καὶ οὐδὲ συκῆν καταλέλοιπεν ἢ μῆλον ἢ μηλάνθην, πάντα δὲ ἐξῄρηκεν ἐκ τῆς γῆς τὰ μὲν ἀνορύττων, τοῖς δὲ ἐμπίπτων, τοῖς δὲ παρακνώμενος, ὁρῶ δὲ καὶ αὐτὸν τὴν χαίτην φρίττοντα καὶ πῦρ ἐμβλέποντα καὶ οἱ ὀδόντες αὐτῷ παταγοῦσιν ἐφʼ ὑμᾶς, ὦ γενναῖοι, δεινὰ γὰρ τὰ τοιαυτὶ θηρία ὅτι ἐκ πλείστου κατακούειν τοῦ ὁμάδου· ἐγὼ μέντοι οἶμαι τὴν ὥραν ἐκείνου τοῦ μειρακίου διαθηρῶντας ὑμᾶς τεθηρᾶσθαι ὑπʼ αὐτοῦ καὶ προκινδυνεύειν ἐθέλειν. τί γὰρ οὕτω πλησίον; τί δὲ παραψαύοντες; τί δὲ παρʼ αὐτὸ ἐπέστραφθε;τί δὲ ὠστίζεσθε τοῖς ἵπποις; οἷον ἔπαθον· ἐξήχθην ὑπὸ τῆς γραφῆς μὴ γεγράφθαι δοκεῖν αὐτούς, εἶναι δὲ καὶ κινεῖσθαι καὶ ἐρᾶν, διατωθάζω γοῦν ὡς ἀκούοντας καὶ δοκῶ τι ἀντακούσεσθαι, σὺ δʼ οὐδʼ ὅσα ἐπιστρέψαι παραπαίοντα ἐφθέγξω τι, παραπλησίως ἐμοὶ νενικημένος καὶ οὐκ ἔχων ἀνείργεσθαι τῆς ἀπάτης καὶ τοῦ ἐν αὐτῇ ὕπνου. σκοπῶμεν οὖν τὰ γεγραμμένα, γραφῇ γὰρ παρεστήκαμεν. περίκεινται μὲν δὴ τῷ μειρακίῳ νεανίαι καλοὶ καὶ καλὰ ἐπιτηδεύοντες καὶ οἷον εὐπατρίδαι, καὶ ὁ μὲν παλαίστρας

p.334
τι ἐπιδηλοῖ τῷ προσώπῳ, ὁ δὲ χάριτος, ὁ δὲ ἀστεισμοῦ, τὸν δὲ ἀνακεκυφέναι φήσεις ἐκ βιβλίου, φέρουσι δὲ αὐτοὺς ἵπποι παραπλήσιοι οὐδεὶς ἄλλος ἄλλῳ λευκός τις καὶ ξανθὸς καὶ μέλας καὶ φοῖνιξ, ἀργυροχάλινοι καὶ στικτοὶ καὶ χρυσοῖ τὰ φάλαρα. ταῦτα φασὶ τὰ χρώματα τοὺς ἐν Ὠκεανῷ βαρβάρους ἐγχεῖν τῷ χαλκῷ διαπύρῳ, τὰ δὲ συνίστασθαι καὶ λιθοῦσθαι καὶ σώζειν, ἃ ἐγράφη. οὐδὲ τὴν ἐσθῆτα συμβαίνουσιν ἢ τὴν στολήν, ὁ μὲν γὰρ εὔζωνος ἱππάζεται καὶ κοῦφος, ἀκοντιστής, οἶμαι, ἀγαθὸς ὤν, ὁ δὲ πέφρακται τὸ στέρνον ἀπειλῶν πάλην τινὰ τῷ θηρίῳ, καὶ τὰ σκέλη, πέφρακται τὸ δὲ μειράκιον ὀχεῖται μὲν ἐφʼ ἵππου λευκοῦ, μέλαινα δέ, ὡς ὁρᾷς, ἡ κεφαλὴ τῷ ἵππῳ καὶ λευκὸν ἀποτετόρνευται κύκλον ἐπὶ τοῦ μετώπου κατʼ αὐτὸ τῆς σελήνης τὸ πλῆρες, καὶ φάλαρα ἔχει χρυσᾶ καὶ χαλινὸν κόκκου Μηδικοῦ, τουτὶ γὰρ τὸ χρῶμα προσαστράπτει τῷ χρυσῷ, καθάπερ οἱ πυρώδεις λίθοι. στολὴ τῷ μειρακίῳ χλαμὺς ἔχουσά τι ἀνέμου καὶ κόλπου. τὸ μὲν χρῶμα ἐκ φοινικῆς ἁλουργίας, ἣν ἐπαινοῦσι Φοίνικες, ἀγαπάσθω δὲ τῶν ἁλουργῶν μάλιστα, δοκοῦν γὰρ σκυθρωπάζειν ἕλκει τινὰ παρὰ τοῦ ἡλίου ὥραν καὶ τῷ τῆς σίδης ἄνθει ῥαίνεται. αἰδοῖ δὲ τοῦ γυμνοῦσθαι πρὸς τοὺς παρόντας ἔσταλται χειριδωτῷ φοινικῷ, συμμετρεῖται δὲ ὁ χιτὼν ἐς ἥμισυ τοῦ μηροῦ καὶ ἴσα τοῦ ἀγκῶνος, καὶ μειδιᾷ καὶ χαροπὸν βλέπει καὶ κομᾷ ὅσον μὴ ἐπισκοτεῖσθαι τοὺς ὀφθαλμούς, ὅτε ἀτακτήσει ἡ κόμη ὑπὸ τοῦ ἀνέμου. τάχα τις καὶ τὴν παρειὰν ἐπαινέσεται καὶ τὰ μέτρα τῆς ῥινὸς καὶ καθʼ ἓν οὑτωσὶ τὰ ἐν τῷ προσώπῳ, ἐγὼ δὲ ἄγαμαι αὐτὸ τοῦ φρονήματος· καὶ γὰρ ὡς θηρατὴς ἔρρωται καὶ ὑπὸ τοῦ ἵππου ἐπῆρται καὶ συνίησιν, ὅτι ἐρᾶται. σκευοφοροῦσι
p.335
δὲ αὐτοῖς ὀρεῖς καὶ ὀρεωκόμοι ποδοστράβας καὶ ἄρκυς καὶ προβόλια καὶ ἀκόντια καὶ λόγχας, ἐφʼ ὧν οἱ κνώδοντες, καὶ κυναγωγοὶ συστρατεύουσι καὶ σκοπιωροί, καὶ τὰ ἔθνη τῶν κυνῶν, οὐχ αἱ τὴν ῥῖνα ἀγαθαὶ μόναι ἢ αἱ ταχεῖαι αὐτῶν, ἀλλὰ καὶ αἱ γενναῖαι, δεῖ γὰρ καὶ ἀλκῆς ἐπὶ τὸ θηρίον. γράφει δὴ Λοκρίδας Λακαίνας Ἰνδικὰς Κρητικάς, τὰς μὲν ἀγερώχους καὶ ὑλακτούσας, τὰς δὲ ἐννοούσας, αἳ δὴ μεθέπουσι καὶ σεσήρασι κατὰ τοῦ ἴχνους καὶ τὴν Ἀγροτέραν προιόντες ᾅσονται, νεὼς γάρ τις αὐτῆς ἐκεῖ καὶ ἄγαλμα λεῖον ὑπὸ τοῦ χρόνου καὶ συῶν κεφαλαὶ καὶ ἄρκτων, νέμεται δὲ αὐτῇ καὶ θηρία ἄνετα, νεβροὶ καὶ λύκοι καὶ λαγωοί, πάντα ἥμερα καὶ μὴ δεδιότα τοὺς ἀνθρώπους. ἔχονται μετὰ τὴν εὐχὴν τῆς θήρας. καὶ τὸ θηρίον οὐκ ἀνέχεται λανθάνειν, ἀλλʼ ἐκπηδᾷ τῆς λόχμης, εἶτα ἐμπίπτει τοῖς ἱππεῦσι καὶ ταράττει μὲν αὐτοὺς ἐκ προσβολῆς, νικᾶται δὲ ὑπὸ τῶν βαλλόντων καιρίᾳ μὲν οὐκ ἐντυχὼν διά τε τὸ φράττεσθαι πρὸς τὰς πληγὰς διά τε τὸ μὴ ὑπὸ θαρρούντων βάλλεσθαι, μαλαχθεὶς δὲ πληγῇ ἐπιπολαίῳ κατὰ τοῦ μηροῦ φεύγει διὰ τῆς ὕλης, ἐκδέχεται δὲ αὐτὸν ἕλος βαθὺ καὶ λίμνη πρὸς τῷ ἕλει. διώκουσιν οὖν βοῇ χρώμενοι οἱ μὲν ἄλλοι μέχρι τοῦ ἕλους, τὸ δὲ μειράκιον συνεμβάλλει τῷ θηρίῳ ἐς τὴν λίμνην καὶ τέτταρες οὗτοι κύνες, καὶ τὸ μὲν θηρίον ἵεται τρῶσαι τὸν ἵππον, ἀπονεῦσαν δὲ τοῦ ἵππου τὸ μειράκιον καὶ ἐς τὰ δεξιὰ μετακλῖναν ἀφίησι τῇ χειρὶ πάσῃ καὶ βάλλει τὸν σῦν κατʼ αὐτὸ μάλιστα τὸ συνάπτον τὴν πλάτην τῇ δέρῃ. τοὐντεῦθεν οἱ μὲν κύνες κατάγουσι τὸν σῦν ἐς τὴν γῆν, οἱ δὲ ἐρασταὶ βοῶσιν ἀπὸ τῆς ὄχθης οἷον φιλοτιμούμενοι πρὸς ἀλλήλους, ὅστις ὑπερκεκράξεται τὸν πέλας,
p.336
καὶ πέπτωκέ τις ἀπὸ τοῦ ἵππου μὴ κατασχών, ἀλλʼ ἐκθορυβήσας τὸν ἵππον, ὁ δὲ καὶ στέφανον αὐτῷ πλέκει παρὰ τοῦ λειμῶνος τοῦ ἐν τῷ ἕλει. ἔτι ἐν τῇ λίμνῃ τὸ μειράκιον, ἔτι ἐπὶ τοῦ σχήματος, ᾧ τὸ παλτὸν ἀφῆκεν, οἱ δὲ ἐκπεπλήγασι καὶ θεωροῦσιν αὐτό, οἷον γραφέν.

κθ. Ἀλλʼ οὐκ Ἐρυθρά γε αὕτη ἡ θάλασσα, οὐδʼ Ἰνδοὶ ταῦτα, Αἰθίοπες δὲ καὶ ἀνὴρ Ἕλλην ἐν Αἰθιοπίᾳ. καὶ ἆθλος τοῦ ἀνδρός, ὃν ἑκὼν ἔτλη κατὰ ἔρωτα, οἶμαί σε, ὦ παῖ, μὴ ἀνήκοον εἶναι τοῦ Περσέως, ὅν φασιν Ἀτλαντικὸν ἀποκτεῖναι κῆτος ἐν Αἰθιοπίᾳ πεζεῦον ἐπὶ τὰς ἀγέλας καὶ τοὺς ἐν τῇ γῇ ἀνθρώπους. ταῦτʼ οὖν ἐπαινῶν ὁ ζωγράφος καὶ οἰκτείρων τὴν Ἀνδρομέδαν, ὅτι κήτει ἐξεδόθη, τετέλεσται ἤδη ὁ ἆθλος, καὶ τὸ μὲν κῆτος ἔρριπται πρὸ τῆς ᾐόνος ἐμπλημμυροῦν πηγαῖς αἵματος, ὑφʼ ὧν ἐρυθρὰ ἡ θάλασσα, τὴν δὲ Ἀνδρομέδαν ἀπαλλάττει τῶν δεσμῶν ὁ Ἔρως· γέγραπται δὲ πτηνὸς μὲν τὸ εἰωθός, νεανίας δὲ παρʼ ὃ εἴωθε, καὶ ἀσθμαίνων γέγραπται καὶ οὐκ ἔξω τοῦ μεμοχθηκέναι. καὶ γὰρ εὐχὴν ἀνεβάλετο τῷ Ἔρωτι ὁ Περσεὺς πρὸ τοῦ ἔργου, παρεῖναι αὐτὸν καὶ κατὰ τοῦ θηρίου συμπέτεσθαι, ὁ δὲ ἀφίκετο καὶ ἤκουσε τοῦ Ἕλληνος. ἡ κόρη δὲ ἡδεῖα μέν, ὅτι λευκὴ ἐν Αἰθιοπίᾳ, ἡδίων δὲ αὐτὸ τὸ εἶδος· παρέλθοι ἂν καὶ Λυδὴν ἁβρὰν καὶ Ἀτθίδα ὑπόσεμνον καὶ Σπαρτιᾶτιν ἐρρωμένην. κεκαλλώπισται δὲ ἀπὸ τοῦ καιροῦ, καὶ γὰρ ἀπιστεῖν ἔοικε, καὶ χαίρει μετʼ ἐκπλήξεως καὶ τὸν Περσέα βλέπει μειδίαμά τι ἤδη ἐς αὐτὸν πέμπουσα. ὁ δὲ οὐ πόρρω τῆς κόρης ἐν ἡδείᾳ καὶ λιβανώδει πόᾳ κεῖται στάζων

p.337
ἐς τὴν γῆν ἱδρῶτα καὶ τὸ δεῖμα τῆς Γοργοῦς ἔχων ἀπόθετον, μὴ ἐντυχόντες αὐτῷ λαοὶ λίθοι γένωνται. πολλοὶ δὲ οἱ βουκόλοι γάλα ὀρέγοντες καὶ οἴνου ἐπισπάσαι. ἡδεῖς οἱ Αἰθίοπες ἐν τῷ τοῦ χρώματος ἀτόπῳ καὶ βλοσυρὸν μειδιῶντες καὶ οὐκ ἄδηλοι χαίρειν καὶ οἱ πλεῖστοι ὅμοιοι. ὁ Περσεὺς δὲ ἀσπάζεται μὲν καὶ ταῦτα, στηρίζων δὲ ἑαυτὸν ἐπὶ τοῦ ἀριστεροῦ ἀγκῶνος ἀνέχει τὸν θώρακα ἔμπνους ὑπὸ ἄσθματος, ἐμβλέπων τῇ κόρῃ, καὶ τὴν χλαμύδα τῷ ἀνέμῳ ἐκδίδωσι φοινικῆν οὖσαν καὶ βεβλημένην αἵματος ῥανίσιν, ἃς προσέπνευσεν αὐτῷ τὸ θηρίον ἐν τῷ ἀγῶνι. ἐρρώσθων Πελοπίδαι παρὰ τὸν τοῦ Περσέως ὦμον, καλῷ γὰρ ὄντι αὐτῷ καὶ ὑφαίμῳ προσήνθηκέ τι τοῦ καμάτου καὶ ὑπῳδήκασιν αἱ φλέβες ἐπιλαμβάνον τοῦτο αὐτάς, ὅταν πλεονεκτήσῃ τὸ ἆσθμα. πολλὰ ʽδἒ καὶ παρὰ τῆς κόρης ἄρνυται.

λ. στολὴ δὲ ἁπαλή, σχῆμα ἐκ Λυδίας, καὶ μειράκιον ἐν ὑπήνῃ πρώτῃ Ποσειδῶν τε μειδιῶν ἐς τὸ μειράκιον καὶ ἀγάλλων αὐτὸ ἵπποις δηλοῖ Πέλοπα τὸν Λυδὸν ἐπὶ θάλατταν ἥκοντα, ὡς εὔξαιτο τῷ Ποσειδῶνι κατὰ τοῦ Οἰνομάου, ὅτι μὴ χρῆται γαμβρῷ ὁ Οἰνόμαος, ἀλλὰ κτείνων τοὺς τῆς Ἱπποδαμείας μνηστῆρας φρονεῖ τοῖς τούτων ἀκροθινίοις ἀνάπτων τὰς αὐτῶν κεφαλὰς οἷον οἱ θήραν ᾑρηκότες. καὶ εὐχομένῳ τῷ Πέλοπι ἥκει χρυσοῦν ἅρμα ἐκ θαλάττης, ἠπειρῶται δὲ οἱ ἵπποι καὶ οἷοι διαδραμεῖν τὸν Αἰγαῖον αὐχμηρῷ τῷ ἄξονι καὶ ἐλαφρᾷ τῇ ὁπλῇ. ὁ μὲν οὖν ἆθλος εὐδρομήσει τῷ Πέλοπι, τὸν δὲ τοῦ ζωγράφου ἆθλον ἡμεῖς ἐξετάζωμεν. οὐ γὰρ σμικροῦ, οἶμαι, ἀγῶνος ἵππους μὲν ξυνθεῖναι τέτταρας

p.338
καὶ μὴ ξυγχέαι τῶν σκελῶν τὸ κατὰ ἕνα αὐτῶν, ἐμβαλεῖν δὲ αὐτοῖς μετὰ τοῦ χαλινοῦ φρόνημα στῆσαί τε τὸν μὲν ἐν αὐτῷ τῷ μὴ θέλειν ἑστάναι, τὸν δὲ ἐν τῷ κροαίνειν βούλεσθαι, τὸν δʼ ἐν τῷ πείθεσθαι, ὁ δὲ γάνυται τοῦ Πέλοπος τῇ ὥρᾳ καὶ εὐρεῖαι αὐτῷ αἱ ῥῖνες, ὅσα χρεμετίζοντι. ἔτι κἀκεῖνο σοφίας· ὁ Ποσειδῶν τοῦ μειρακίου ἐρᾷ καὶ ἀναφέρει αὐτὸ ἐς τὸν λέβητα καὶ τὴν Κλωθώ, ὅτε Πέλοψ ἀστράψαι ἐδόκει τῷ ὤμῳ, καὶ τοῦ μὲν γαμεῖν οὐκ ἀπάγει αὐτόν, ἐπειδὴ ὥρμηκεν, ἀγαπῶν δὲ ἀλλʼ ἐφάψασθαι τῆς χειρὸς ἐμπέφυκε τῇ δεξιᾷ τοῦ Πέλοπος ὑποτιθέμενος αὐτῷ τὰ ἐς τὸν δρόμον, ὁ δὲ ὑπέρφρον ἤδη καὶ Ἀλφειὸν πνεῖ, καὶ ἡ ὀφρὺς μετὰ τῶν ἵππων. βλέπει δὲ ἡδὺ καὶ μετέωρον ὑπὸ τοῦ τιάρᾳ ἐπισοβεῖν, ἧς οἷα χρυσαῖ λιβάδες ἡ κόμη τοῦ μειρακίου ἀποστάζουσα μετώπῳ ὁμολογεῖ καὶ ἰούλῳ συνανθεῖ καὶ μεταπίπτουσα τῇδε κἀκεῖσε ἐν τῷ καιρίῳ μένει. γλουτὸν καὶ στέρνα καὶ ὅσα περὶ γυμνοῦ τοῦ Πέλοπος ἐλέχθη ἄν, καλύπτει ἡ ἐσθὴς αὐτῇ κνήμῃ. Λυδοὶ γὰρ καὶ οἱ ἄλλοι βάρβαροι καθείρξαντες ἐς τοιάσδε ἐσθῆτας τὸ κάλλος λαμπρύνονται τοῖς ὑφάσμασιν ἐνὸν λαμπρύνεσθαι τῇ φύσει, καὶ τὰ μὲν ἄλλα ἀφανῆ καὶ ἔσω, τὸ δὲ τῆς στολῆς, ἔνθα ὁ ὦμος ὁ ἀριστερός, τέχνῃ ἠμέληται, ὡς μὴ κρύπτοιτο αὐτοῦ ἡ αὐγή, νύξ τε γὰρ ἐπέχει καὶ λαμπρύνεται τῷ ὤμῳ τὸ μειράκιον, ὅσον ἡ νὺξ τῷ ἑσπέρῳ.

λα. καλὸν δὲ καὶ συκάσαι καὶ μηδὲ ταῦτα παρελθεῖν ἀφώνους. σῦκα μέλανα ὀπῷ λειβόμενα σεσώρευται μὲν ἐπὶ φύλλων ἀμπέλου, γέγραπται δὲ μετὰ τῶν τοῦ φλοιοῦ ῥηγμάτων, καὶ τὰ μὲν ὑποκέχηνε

p.339
παραπτύοντα τοῦ μέλιτος, τὰ δʼ ὑπὸ τῆς ὥρας οἷον ἔσχισται. πλησίον δὲ αὐτῶν ὄζος ἔρριπται, μὰ Δίʼ, οὐκ ἀργὸς ἢ κενὸς τοῦ καρποῦ, σκιάζει δὲ σῦκα τὰ μὲν ὠμὰ καὶ ὀλύνθους ἔτι, τὰ δὲ ῥυσσὰ καὶ ἔξωρα, τὰ δὲ ὑποσέσηρε παρεμφαίνοντα τοῦ χυμοῦ τὸ ἄνθος, τὸ δὲ ἐπʼ ἄκρῳ τοῦ ὄζου στρουθὸς διορώρυχεν, ἃ δὴ καὶ ἥδιστα σύκων δοκεῖ. καρύοις δὲ ἅπαν ἔστρωται τοὔδαφος, ὧν τὰ μὲν παρατέτραπται τοῦ ἐλύτρου, τὰ δὲ ἔγκειται μεμυκότα, τὰ δὲ παρεμφαίνει τὴν διαφυήν. ἀλλὰ καὶ ὄγχνας ἐπʼ ὄγχναις ὅρα καὶ μῆλα ἐπὶ μήλοις σωρούς τε αὐτῶν καὶ δεκάδας, εὐώδη πάντα καὶ ὑπόχρυσα. τὸ δὲ ἐν αὐτοῖς ἔρευθος οὐδὲ ἐπιβεβλῆσθαι φήσεις, ἀλλὰ ἔνδον ὑπηνθηκέναι. κεράσου δὲ ταῦτα δῶρα ὀπώρα τις αὕτη βοτρυδὸν ἐν ταλάρῳ, ὁ τάλαρος δὲ οὐκ ἀλλοτρίων πέπλεκται λύγων, ἀλλʼ αὐτοῦ τοῦ φυτοῦ. πρὸς δὲ τὸν σύνδεσμον τῶν κλημάτων εἰ βλέποις καὶ τὰς ἐκκρεμαμένας αὐτῶν σταφυλὰς καὶ ὡς κατὰ μίαν αἱ ῥᾶγες, ᾅσῃ τὸν Διόνυσον, οἶδα, καὶ ὦ πότνια βοτρυόδωρε, περὶ τῆς ἀμπέλου ἐρεῖς. φαίης δʼ ἂν καὶ τοὺς βότρυς τῇ γραφῇ ἐδωδίμους εἶναι καὶ ὑποίνους. κἀκεῖνο ἥδιστον· ἐπὶ φύλλων κράδης μέλι χλωρὸν ἐνδεδυκὸς ἤδη τῷ κηρῷ καὶ ἀναπλημμυρεῖν ὡραῖον, εἴ τις ἀποθλίβοι, καὶ τροφαλὶς ἐφʼ ἑτέρου φύλλου νεοπαγὴς καὶ σαλεύουσα καὶ ψυκτῆρες γάλακτος οὐ λευκοῦ μόνον, ἀλλὰ καὶ στιλπνοῦ, καὶ γὰρ στίλβειν ἔοικεν ὑπὸ τῆς ἐπιπολαζούσης αὐτῷ πιμελῆς.

p.340
Ἀφροδίτην ἐλεφαντίνην ἐν ἁπαλοῖς μυρρινῶσιν ᾅδουσιν ἁπαλαὶ κόραι. διδάσκαλος αὐτὰς ἄγει σοφὴ καὶ οὐδὲ ἔξωρος, ἐφιζάνει γάρ τις ὥρα καὶ ῥυτίδι πρώτῃ ʽπαρὰ τοὖ γήρως μὲν τὸ ὑπόσεμνον ἕλκουσα, τούτῳ δʼ αὖ κεραννῦσα τὸ σωζόμενον τῆς ἀκμῆς. καὶ τὸ μὲν σχῆμα τοῦ τῆς Ἀφροδίτης ἕδους γυμνὴ καὶ εὐσχήμων, ἡ δὲ ὕλη συνθήκη μεμυκότος ἐλέφαντος. ἀλλὰ οὐ βούλεται γεγράφθαι δοκεῖν ἡ θεός, ἔκκειται δὲ οἵα λαβέσθαι. βούλει λόγου τι ἐπιλείβωμεν τῷ βωμῷ; λιβανωτοῦ γὰρ ἱκανῶς ἔχει καὶ κασίας καὶ σμύρνης, δοκεῖ δέ μοι καὶ Σαπφοῦς τι ἀναπνεῖν. ἐπαινετέα τοίνυν ἡ σοφία τῆς γραφῆς· πρῶτα μὲν ὅτι τὰς ἀγαπωμένας λίθους περιβαλοῦσα οὐκ ἐκ τῶν χρωμάτων αὐτὰς ἐμιμήσατο, ἀλλʼ ἐκ τοῦ φωτός, οἷον ὀφθαλμῷ κέντρον τὴν διαύγειαν αὐταῖς ἐνθεῖσα, εἶτα ὅτι καὶ τοῦ ὕμνου παρέχει ἀκούειν· ᾅδουσι γὰρ αἱ παῖδες, ᾅδουσι, καὶ ἡ διδάσκαλος ὑποβλέπει τὴν ἀπᾴδουσαν κροτοῦσα τὰς χεῖρας καὶ ἐς τὸ μέλος ἱκανῶς ἐμβιβάζουσα. τὸ μὲν γὰρ τῆς στολῆς ἀπέριττον καὶ μὴ διʼ ὄχλου αὐταῖς, εἰ ἀθύροιεν, ἢ τὸ ἐν χρῷ τῆς ζώνης ἢ τὸ ἐς βραχίονα τοῦ χιτῶνος ἢ ὡς ἀνυποδησίᾳ χαίρουσιν ἐφεστῶσαι ἀπαλῇ πόᾳ καὶ ἀναψυχὴν ἕλκουσαι παρὰ τῆς δρόσου λειμών τε ὁ περὶ τὰς ἐσθῆτας καὶ τὰ ἐν αὐταῖς χρώματα καὶ ὡς ἄλλο ἄλλῳ ἐπιπρέπει, δαιμονίως ἐκμεμίμηται. τὰ γὰρ συμβαίνοντα οἱ μὴ γράφοντες οὐκ ἀληθεύουσιν ἐν ταῖς γραφαῖς. τὰ δὲ εἴδη τῶν παρθένων εἰ τῷ Πάριδι ἢ ἄλλῳ τῳ κριτῇ ἐπιτρέποιμεν, ἀπορῆσαι ἄν
p.341
μοι δοκεῖ ψηφίσασθαι, τοσοῦτον ἁμιλλῶνται ῥοδοπήχεις καὶ ἑλικώπιδες καὶ καλλιπάρῃοι καὶ μελίφωνοι, Σαπφοῦς τοῦτο δὴ τὸ ἡδὺ πρόσφθεγμα. παραψάλλει δὲ αὐταῖς Ἔρως ἀνακλίνας τοῦ τόξου τὸν πῆχυν, καὶ ἡ νευρὰ παναρμόνιον ᾅδει καί φησι πάντα ἔχειν, ὅσα ἡ λύρα, ταχεῖς τε οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ῥυθμόν τινα, οἶμαι, διανοοῦντες. τί δῆτα ᾅδουσι; γέγραπται γάρ τι καὶ ᾠδῆς· τὴν Ἀφροδίτην ἐκδοῦναι τῆς θαλάττης λέγουσιν ἀπορροῇ τοῦ Οὐρανοῦ, καὶ ὅπου μὲν τῶν νήσων προσέσχεν, οὔπω λέγουσιν, ἐροῦσι δέ, οἶμαι, Πάφον, τὴν γένεσιν δὲ ἱκανῶς ᾅδουσιν· ἀναβλέπουσαι μὲν γὰρ ἐμφαίνουσιν, ὅτι ἀπʼ οὐρανοῦ, τὰς δὲ χεῖρας ὑπτίας ὑποκινοῦσαι δηλοῦσιν, ὅτι ἐκ θαλάττης, τὸ μειδίαμα δὲ αὐτῶν γαλήνης ἐστὶν αἴνιγμα.

β. νεβροὶ καὶ λαγώς, ταῦτα θηράματα τοῦ νῦν Ἀχιλλέως, ὁ δέ γε ἐν Ἰλίῳ πόλεις αἱρήσει καὶ ἵππους καὶ ἀνδρῶν στίχας, καὶ οἱ ποταμοὶ αὐτῷ μαχοῦνται μὴ ἐῶντι αὐτοὺς ῥεῖν, κἀκείνων μὲν τῶν ἔργων μισθὸν ἀποίσεται Βρισηίδα καὶ τὰς ἐκ Λέσβου ἑπτὰ καὶ χρυσὸν καὶ τρίποδας καὶ τὸ τοὺς Ἀχαιοὺς ἐπʼ αὐτῷ εἶναι, τὰ δὲ παρὰ τῷ Χείρωνι ταῦτα μήλων δοκεῖ καὶ κηρίων ἄξια, καὶ ἀγαπᾷς, ὦ Ἀχιλλεῦ, μικρὰ δῶρα πόλεις ἀπαξιώσων τότε καὶ τὸ κῆδος τοῦ Ἀγαμέμνονος. ὁ μὲν οὖν ἐπὶ τῆς τάφρου καὶ ὁ κλίνας τοὺς Τρῶας ἐκ μόνου τοῦ βοῆσαι καὶ ὁ κτείνων ἐπιστροφάδην καὶ ἐρυθαίνων τὸ τοῦ Σκαμάνδρου ὕδωρ ἵπποι τε ἀθάνατοι καὶ ἕλξεις Ἕκτορος καὶ ὁ βρυχώμενος ἐπὶ τοῖς Πατροκλείοις στέρνοις Ὁμήρῳ γέγραπται, γράφει δὲ αὐτὸν καὶ ᾅδοντα καὶ

p.342
εὐχόμενον καὶ ὁμωρόφιον τῷ Πριάμῳ, τουτονὶ δὲ οὔπω ξυνιέντα ἀρετῆς, ἀλλὰ παῖδα ἔτι γάλακτι ὑποθρέψας καὶ μυελῷ καὶ μέλιτι δέδωκεν ὁ Χείρων γράφειν ἁπαλὸν καὶ ἀγέρωχον καὶ ἤδη κοῦφον, εὐθεῖα μὲν γὰρ ἡ κνήμη τῷ παιδί, ἐς γόνυ δὲ αἱ χεῖρες, ἀγαθαὶ γὰρ δὴ αὗται πομποὶ τοῦ δρόμου, κόμη τε ἡδεῖα καὶ οὐδὲ ἀκίνητος, ἔοικε γὰρ προσαθύρων ὁ ζέφυρος μετατάττειν αὐτήν, ὡς μεταπιπτούσης τῇδε κἀκεῖσε ἄλλοτε ἄλλος ὁ παῖς εἴη, ἐπισκύνιόν τε καὶ θυμοειδὲς φρύαγμά ἐστι μὲν ἤδη τῷ παιδί, πραύνει δὲ αὐτὸ ἀκάκῳ ὄμματι καὶ παρειᾷ μάλα ἵλεῳ καὶ προσβαλλούσῃ τι ἁπαλοῦ γέλωτος. ἡ χλαμὺς δέ, ἣν ἀμπέχεται, παρὰ τῆς μητρός, οἶμαι· καλὴ γὰρ καὶ ἁλιπόρφυρος καὶ πυραυγὴς ἐξαλλάττουσα τοῦ κυανῆ εἶναι. κολακεύει δὲ αὐτὸν ὁ Χείρων, οἷον λέοντα πτῶκας ἁρπάζειν καὶ νεβροῖς συμπέτεσθαι· νεβρὸν γοῦν ἄρτι ᾑρηκὼς ἥκει παρὰ τὸν Χείρωνα καὶ ἀπαιτεῖ τὸ ἆθλον, ὁ δὲ χαίρει ἀπαιτούμενος καὶ τοὺς προσθίους ὀκλάσας ἐς ἴσον καθίσταται τῷ παιδί, μῆλα ἀπὸ τοῦ κόλπου ὀρέγων αὐτῷ καλὰ καὶ εὐώδη, καὶ γὰρ καὶ τοῦτο αὐτῶν ἔοικεν ἐγγεγράφθαι, καὶ κηρίον ὀρέγει τῇ χειρὶ σταγόνα λεῖβον διʼ εὐνομίαν τῶν μελιττῶν. ὅταν γὰρ πόαις ἀγαθαῖς ἐντυχοῦσαι κυίσκωσι, περιπληθῆ τὰ κηρία γίγνεται καὶ ἀποβλύζουσι τὸ μέλι οἱ οἶκοι αὐτῶν. ὁ δὲ Χείρων γέγραπται μὲν ὅσα κένταυρος· ἀλλὰ ἵππον ἀνθρώπῳ συμβαλεῖν θαῦμα οὐδέν, συναλεῖψαι μὴν καὶ ἑνῶσαι καί, νὴ Δία, λήγειν ἄμφω δοῦναι καὶ ἄρχεσθαι καὶ διαφεύγειν τοὺς ὀφθαλμούς, εἰ τὸ τέρμα τοῦ ἀνθρώπου ἐλέγχοιεν, ἀγαθοῦ, οἶμαι, ζωγράφου. καὶ τὸ ἥμερον δὲ φαίνεσθαι τὸ τοῦ Χείρωνος ὄμμα ἐργάζεται μὲν καὶ ἡ
p.343
δικαιοσύνη καὶ τὸ ὑπʼ αὐτῆς πεπνύσθαι, πράττει δὲ καὶ ἡ πηκτίς, ὑφʼ ἧς ἐκμεμούσωται, νυνὶ δὲ καὶ ὑποκορισμοῦ τι αὐτῷ ἔπεστιν, εἰδώς που ὁ Χείρων, ὅτι τοὺς παῖδας τοῦτο μειλίσσεται καὶ τρέφει μᾶλλον ἢ τὸ γάλα. ταυτὶ μὲν περὶ θύρας τοῦ ἄντρου, ὁ δʼ ἐν τῷ πεδίῳ παῖς ὁ ἱππηδὸν ἐπὶ τοῦ κενταύρου ἀθύρων ὁ αὐτὸς ἔτι· διδάσκει ὁ Χείρων τὸν Ἀχιλλέα ἱππάζεσθαι καὶ κεχρῆσθαι αὐτῷ ὅσα ἵππῳ, καὶ συμμετρεῖται μὲν τὸν δρόμον ἐς τὸ ἀνεκτὸν τῷ παιδί, καγχάζοντι δὲ αὐτῷ ὑπὸ τοῦ ἥδεσθαι προσμειδιᾷ μεταστρεφόμενος καὶ μονονουχὶ λέγει ἰδού σοι κροαίνω ἄπληκτος, ἰδοὺ καὶ ἐπικελεύομαί σοι· ὁ ἵππος ὀξὺς ἄρα καὶ ἀφαιρεῖ γέλωτα. λαγαρῶς γάρ μοι ἱππασθείς, θεῖε παῖ, καὶ τοιῷδʼ ἵππῳ πρέπων ὀχήσῃ ποτὲ καὶ ἐπὶ Ξάνθου καὶ Βαλίου καὶ πολλὰς μὲν πόλεις αἱρήσεις, πολλοὺς δὲ ἄνδρας ἀποκτενεῖς ὅσα θεὸν καὶ σὲ ὑπεκφεύγοντας. ταῦτα ὁ Χείρων μαντεύεται τῷ παιδὶ καλὰ καὶ εὔφημα καὶ οὐχ οἷα ὁ Ξάνθος.

γ. σὺ μὲν ᾤου τὴν τῶν κενταύρων ἀγέλην δρυῶν ἐκπεφυκέναι καὶ πετρῶν ἤ, νὴ Δία, ἵππων μόνον, αἷς τὸν τοῦ Ἰξίονος ἐπιθόρνυσθαί φασιν, ὑφʼ οὗ οἱ κένταυροι ἑνωθέντες ἦλθον ἐς κρᾶσιν· τοῖς δὲ ἄρα καὶ μητέρες ὁμόφυλοι ἦσαν καὶ γυναῖκες ἤδη καὶ πῶλοι ἐν εἴδει βρεφῶν καὶ οἶκος ἥδιστος. οὐ γὰρ οἶμαί σε ἄχθεσθαι τῷ Πηλίῳ καὶ τῇ ἐν αὐτῷ διαίτῃ καὶ τῷ τῆς μελίας φυτῷ ἀνεμοτρεφεῖ ὄντι καὶ παρεχομένῳ τὸ ἰθὺ ὁμοῦ καὶ τὸ μὴ κλᾶσθαι ἐν τῇ αἰχμῇ, καὶ τὰ ἄντρα κάλλιστα καὶ αἱ πηγαί, καὶ αἱ παρʼ αὐτοῖς κενταυρίδες, εἰ μὲν ἐπιλαθοίμεθα

p.344
τῶν ἵππων, οἷον Ναίδες, εἰ δὲ μετὰ τῶν ἵππων αὐτὰς λογιζοίμεθα, οἷον Ἀμαζόνες, ἡ γὰρ τοῦ γυναικείου εἴδους ἁβρότης ῥώννυται συνορωμένου αὐτῷ τοῦ ἵππου. κένταυροι δὲ ταυτὶ τὰ βρέφη τὰ μὲν σπαργάνοις ἔγκειται, τὰ δὲ τῶν σπαργάνων ὑπεκδύεται, τὰ δὲ κλᾴειν ἔοικε, τὰ δὲ εὖ πράττει καὶ εὐροοῦντος τοῦ μαζοῦ μειδιᾷ, τὰ δὲ ἀτάλλει ὑπὸ ταῖς μητράσι, τὰ δὲ περιβάλλει αὐτὰς ὀκλαζούσας, ὁ δὲ ἐς τὴν μητέρα λίθον ἀφίησιν ὑβρίζων ἤδη. καὶ τὸ μὲν τῶν νηπίων εἶδος οὔπω σαφὲς ἐμπλημμυροῦντος αὐτοῖς τοῦ γάλακτος, τὰ δὲ ἤδη σκιρτῶντα ἐκφαίνει τι καὶ τραχύτητος, ὑπάρχει δὲ αὐτοῖς χαίτη μέλλουσα καὶ ὁπλαὶ ἁπαλαὶ ἔτι. ὡς καλαὶ αἱ κενταυρίδες καὶ ἐν ταῖς ἵπποις· αἱ μὲν γὰρ λευκαῖς ἵπποις ἐμπεφύκασιν, αἱ δὲ ξανθαῖς συνάπτονται, τὰς δὲ ποικίλλει μέν, ἀποστίλβει δὲ αὐτῶν οἷόν τι τῶν ἐν κομιδῇ ἵππων. ἐκπέφυκε καὶ μελαίνης ἵππου λευκὴ κενταυρὶς καὶ τὰ ἐναντιώτατα τῶν χρωμάτων ἐς τὴν τοῦ κάλλους συνθήκην ὁμολογεῖ.

δ. τὸ μὲν θηρίον ἀρὰ Θησέως, ἐμπέπτωκε δὲ τοῖς Ἱππολύτου ἵπποις ἐν εἴδει ταύρου γλαυκοῦ κατὰ τοὺς δελφῖνας, ἥκει δὲ ἐκ θαλάττης κατὰ τοῦ μειρακίου οὐδεμιᾷ δίκῃ· μητρυιὰ γὰρ Φαίδρα ξυνθεῖσα λόγον ἐπʼ αὐτῷ οὐκ ὄντα, ὡς δὴ ἐρῷτο ὑπὸ τοῦ Ἱππολύτου — αὐτὴ δὲ ἄρα τοῦ μειρακίου ἤρα — ἀπατᾶται ὁ Θησεὺς τῷ λόγῳ καὶ καταρᾶται τοῦ παιδὸς τὰ ὁρώμενα· οἱ μὲν δὴ ἵπποι ὁρᾷς, ὡς ἀτιμάσαντες τὸν ζυγὸν ἐλευθέραν αἴρουσι τὴν χαίτην, οὐδὲ κροαίνουσιν, ὥσπερ οἱ λαμπροὶ καὶ ἔμφρονες, ἀλλʼ ἐξηρμένοι φόβῳ καὶ πτοίᾳ, ῥαίνοντες δὲ ἀφρῷ

p.345
τὸ πεδίον ὁ μὲν ἐς τὸ θηρίον ἐπέστραπται φεύγων, ὁ δʼ ἀνεσκίρτησεν ἐς αὐτό, ὁ δὲ ὑποβλέπει, τῷ δὲ ἐς τὴν θάλατταν ἡ φορὰ καθάπερ ἑαυτοῦ τε καὶ τῆς γῆς ἐκλαθομένῳ, μυκτῆρσι δὲ ὀρθοῖς ὀξὺ χρεμετίζουσιν, εἰ μὴ παρακούεις τῆς γραφῆς. τροχοὶ δʼ ἅρματος ὁ μὲν ἐξήρμοσται τὰς κνήμας ὑπὸ τοῦ συγκλιθῆναι τὸ ἅρμα ἐς αὐτόν, ὁ δʼ ἐκλελοιπὼς τὸν ἄξονα φέρεται καθʼ ἑαυτὸν στροβούσης αὐτὸν ἔτι τῆς δίνης. διεπτόηνται καὶ οἱ τῶν ὀπαδῶν ἵπποι καὶ τοὺς μὲν ἀποσείονται, τοὺς δʼ ἄγχοντάς ποι ἤδη φέρουσι. σὺ δέ, μειράκιον, σωφροσύνης ἐρῶν ἄδικα μὲν ὑπὸ τῆς μητρυιᾶς ἔπαθες, ἀδικώτερα δὲ ὑπὸ τοῦ πατρός, ὥστε ὠδύρατο καὶ ἡ γραφὴ θρῆνόν τινα ποιητικὸν ἐπὶ σοὶ ξυνθεῖσα· σκοπιαὶ μὲν γὰρ αὗται, διʼ ὧν ἐθήρας ξὺν Ἀρτέμιδι, δρύπτονται τὰς παρειὰς ἐν εἴδει γυναικῶν, λειμῶνες δʼ ἐν ὥρᾳ μειρακίων, οὓς ἀκηράτους ὠνόμαζες, μαραίνουσιν ἐπὶ σοὶ τὰ ἄνθη, Νύμφαι τε αἱ σαὶ τροφοὶ τουτωνὶ τῶν πηγῶν ἀνασχοῦσαι σπαράττουσι τὰς κόμας ἀποβλύζουσαι τῶν μαζῶν ὕδωρ. ἤμυνε δέ σοι οὐδʼ ἡ ἀνδρεία οὐδέν, οὐδὲ ὁ βραχίων, ἀλλά σοι τὰ μὲν ἐσπάρακται τῶν μελῶν, τὰ δὲ συντέτριπται, πέφυρται δʼ ἡ κόμη, καὶ τὸ μὲν στέρνον ἔμπνουν ἔτι καθάπερ μὴ μεθιέμενον τῆς ψυχῆς, τὸ δὲ ὄμμα περιαθρεῖ τὰ τετρωμένα. φεῦ τῆς ὥρας, ὡς ἄτρωτός τις ἐλελήθει οὖσα. οὐδὲ γὰρ νῦν ἀπολείπει τὸ μειράκιον, ἀλλʼ ἐπιπρέπει τι καὶ τοῖς τραύμασιν.

ε. καὶ τὸ αἷμα πρὸς τῷ χαλκῷ καὶ ταῖς φοινικίσι προσβάλλει τι ἄνθος τῷ στρατοπέδῳ, καὶ χαρίεν τῆς γραφῆς οἱ ἄλλος ἄλλως πεπτωκότες ἵπποι τε

p.346
ἀτακτοῦντες μετʼ ἐκπλήξεως καὶ παρεφθορὸς ὕδωρ ποταμοῦ, ἐφʼ ᾧ ταῦτα, οἱ δὲ αἰχμάλωτοι καὶ τὸ ἐπʼ αὐτοῖς τρόπαιον Ῥοδογούνη καὶ Πέρσαι νικῶσιν Ἀρμενίους ἐν σπονδαῖς ἀτακτήσαντας, ὅτε δὴ λέγεται ἡ Ῥοδογούνη κρατῆσαι τῆς μάχης οὐδὲ ὅσον τὰ δεξιὰ τῆς χαίτης ἀναλαβεῖν ξυγχωρήσασα ἑαυτῇ βραδῦναι. ἢ οὐκ ἐπῆρται καὶ φρονεῖ ἐπὶ τῇ νίκῃ καὶ ξυνίησιν, ὡς ἔσοιτο ἀοίδιμος ἐπὶ τῷ ἔργῳ καὶ ἐν κιθάρᾳ καὶ ἐν αὐλῷ καὶ ἔνθα Ἕλληνες; προσγέγραπται δὲ αὐτῇ καὶ Νισαία ἵππος μέλαινα ἐπὶ λευκοῖς τοῖς σκέλεσι, καὶ τὰ στέρνα λευκὰ καὶ τὸ πνεῦμα ἀπὸ λευκοῦ τοῦ μυκτῆρος καὶ τὸ μέτωπον ἐν ἀρτίῳ τῷ κύκλῳ. λίθων μὲν οὖν καὶ ὅρμων καὶ παντὸς ἁπαλοῦ κόσμου παρακεχώρηκεν ἡ Ῥοδογούνη τῷ ἵππῳ, ὡς ἀγάλλοιτο καὶ ἁβρῶς τὸν χαλινὸν διαπτύοι, κοκκοβαφεῖ δὲ ἐσθῆτι καταλάμπει πάντα πλὴν τοῦ ἑαυτῆς εἴδους ἐν ἡδείᾳ μὲν τῇ ζώνῃ καὶ τὴν ἐσθῆτα μετρούσῃ ἐς γόνυ, ἡδείᾳ δὲ τῇ ἀναξυρίδι καὶ παρεχομένῃ γραφὰς ἀπὸ κερκίδος, τὸ δὲ ἀπὸ ὤμου ἐς ἀγκῶνα τὸν χιτῶνα διαλείπουσαι πόρπαι ξυνάπτουσιν ὑπανισχούσης ἐναλλὰξ τῆς ὠλένης, ἔνθα ὁ δεσμός. ὁ δὲ ὦμος ἔγκειται καὶ τὸ σχῆμα οὔπω Ἀμαζόνος. καὶ τῆς ἀσπίδος ἄγασθαι χρὴ τὸ μέτριον καὶ ἀποχρῶν τῷ στέρνῳ καὶ τὴν ἰσχὺν τῆς γραφῆς ἐνταῦθα ἐξετάσαι· ὑπερβάλλουσα γὰρ ἡ ἀριστερὰ τὸν πόρπακα ἔχεται τῆς αἰχμῆς ἀφιστᾶσα τοῦ στέρνου τὴν ἀσπίδα, ὀρθῆς δὲ ἐκκειμένης τῆς ἴτυος ὁρᾶται μὲν καὶ τὰ ἔξω τῆς ἀσπίδος· ἢ οὐ χρυσᾶ ταῦτα καὶ οἷον ζῷα; τὰ δὲ ἔσω, καὶ ἔνθα ἡ χείρ, ἁλουργά, προσανθεῖ δὲ αὐτοῖς ὁ πῆχυς. αἰσθάνεσθαί μοι δοκεῖς, ὦ παῖ, τοῦ ἐν αὐτῇ κάλλους καὶ βούλεσθαί τι καὶ περὶ τούτου ἀκούειν. ἄκουε δή· σπένδει μὲν ἐπὶ τῇ τῶν Ἀρμενίων
p.347
τροπῇ, καὶ ἡ ἔννοια εὐχομένης. εὔχεται δὲ αἱρεῖν τοὺς ἄνδρας, οὓς νῦν ᾕρηκεν, οὐ γάρ μοι δοκεῖ ἐρᾶν τοῦ ἐρᾶσθαι. καὶ τὸ μὲν ἀνειλημμένον τῶν τριχῶν αἰδοῖ κεκόσμηται τὸ ἀγέρωχον κολαζούσῃ, τὸ δὲ ἄνετον βακχεύει αὐτὴν καὶ ῥώννυσι, καὶ ξανθὸν μὲν καὶ χρυσοῦ πέρα τὸ ἀτακτοῦν τῆς κόμης, τὸ δὲ ἐπὶ θάτερα κείμενον ἔχει τι καὶ ἐς αὐγὴν παραλλάττον ὑπὸ τοῦ τετάχθαι. τῶν δὲ ὀφρύων χαρίεν μὲν τὸ ἀπὸ τοῦ αὐτοῦ ἄρχεσθαι καὶ ὁμόθεν ἐκπεφυκέναι τῆς ῥινός, χαριέστερον δὲ τὸ περιῆχθαι, δεῖ γὰρ αὐτὰς μὴ προβεβλῆσθαι τῶν ὀφθαλμῶν μόνον, ἀλλὰ καὶ περιβεβλῆσθαι αὐτοῖς. ἡ παρειὰ δὲ ὑποδέχεται μὲν τὸν ἀπὸ τῶν ὀμμάτων ἵμερον, εὐφραίνει δὲ τῷ ἱλαρῷ, τὸ γὰρ φιλομειδὲς ἐν παρειᾷ μάλιστα, καὶ οἱ ὀφθαλμοὶ κέκρανται μὲν ἀπὸ τοῦ χαροποῦ ἐς τὸ μέλαν, παρέχονται δὲ τὸ μὲν ἱλαρὸν ἀπὸ τοῦ καιροῦ, τὸ δὲ ὡραῖον ἀπὸ τῆς φύσεως, τὸ δὲ γαῦρον ἀπὸ τοῦ ἄρχειν. στόμα δὲ ἁπαλὸν καὶ ἀνάμεστον ὀπώρας ἐρωτικῆς, φιλῆσαι μὲν ἥδιστον, ἀπαγγεῖλαι δὲ οὐ ῥᾴδιον· ἃ δὲ ἀπόχρη σοι μαθεῖν, ὅρα, παιδίον· χείλη ἀνθηρὰ καὶ ἴσα, στόμα σύμμετρον καὶ παραφθεγγόμενον τὴν εὐχὴν τῷ τροπαίῳ, κἂν παρακοῦσαι βουληθῶμεν, τάχα ἑλληνιεῖ.