Fragmenta

Matron of Pitana

Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.

  1. καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
  2. κείμενον ἐν λαχάνοις· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας.
  1. ὣς ἔφαθʼ, οἱ δʼ ἐγέλασσαν, ἐπήνεικάν τʼ ἐπὶ τούτῳ
  2. σιτευτὰς ὄρνιθας ἐπʼ ἀργυρέοισι πίναξιν,
  3. ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας.
  1. οὐδʼ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο