Convivium Atticum

Matron of Pitana

Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.

  1. ὄφρα οἱ οἴκαδʼ ἰόντι πάλιν ποτιδόρπιον εἴη ---
  2. χόνδρος δʼ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων
  3. Ἀττικῷ ἐν κεράμῳ πέσσων τρισκαίδεκα μῆνας.
  4. αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο,
  5. χεῖρας νιψαμένοισιν ἀπʼ Ὠκεανοῖο ῥοάων
  6. ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ·
  7. ἄλλος δʼ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,
  8. οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες.
  9. κρητὴρ δὲ Βρομίου ἐκεράννυτο· πίνετο δʼ οἶνος
  10. Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει.
  11. δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι·
  12. ἐν δʼ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα,
  13. ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι,
  14. πρόσφατοι, ἥν θʼ ἁμάμαξυν ἐπίκλησιν καλέουσιν.
  15. τῶν δʼ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δʼ ἀνεκείμην.
  16. ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, εὔκυκλον, ἁβρὸν
  17. Δήμητρος παῖδʼ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα,
  18. πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην; ---
  19. οὐδʼ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματʼ εἶεν,
  20. γαστὴρ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη.