Convivium Atticum

Matron of Pitana

Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.

  1. Δεῖπνά μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά,
  2. ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς·
  3. ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός.
  4. οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους,
  5. λευκοτέρους χιόνος, ἔσθειν δʼ ἀμύλοισιν ὁμοίους, ---
  6. τάων καὶ Δρομέης ἠράσσατο πεσσομενάων.
  7. αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
  8. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, σχεδόθεν δέ οἱ ἦν παράσιτος
  9. Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς,
  10. νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων.
  11. τέως δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας,
  12. οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων,
  13. ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἡδʼ ἀναθεῖναι.
  14. ἔνθʼ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον·
  15. ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἀλλʼ ἤσθινον εἴδατα παστά,
  16. βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα,
  17. ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον.
  18. αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις·
  19. οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων
  20. ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠιόνος κλύζεσκε·