Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἀλωπεκίαν δὲ δασύνει μετὰ στέατος ἀρκτείου ἢ δελφινείου ἢ θείου ἀλειφόμενον.

ΠΕΡΙ ΕΧΕΝΗΙΔΟΣ

Ἐχενηὶς ἰχθύς ἐστιν ἐνεργής. Οὗτος, ἐὰν κολλωθῇ πλοίῳ ἀρμενίζοντι φερομένῳ οὐρείᾳ, ἵστησιν αὐτό.

Λαβὼν οὖν ἐχενηίδα ζῶσαν βάλε αὐτὴν εἰς καπνέλαιον ἵνα πνιγῇ, καὶ ὅτε βούλει ἑψῆσαι, στάθμισον τὸ ὀψάριν· ἐὰν οὖν ἔχῃ λίτραν α′. βάλε καπνέλαιον ξέστην α′ καταλυθέντος τοῦ ἰχθύος, καὶ ἕψει μαλακῷ πυρί· καὶ ὅταν γνώσῃς ὅτι ἐλύθη τὸ ὀψάριον καὶ ἔστιν ὁ χυλὸς μετὰ ἐλαίου, διήθησον 〈καὶ 〉 πρόσμιγε βουτύρου πρωτείου γο γ′ εἰς τὸν χυλὸν τοῦ ὀψαρίου καὶ εἰς τὸν ξέστην, καὶ ὅταν ἑψηθῇ, ἀπόθου ἐν ὑελίνῳ ἄγγει, χρῶ δὲ ἀλείφων ἐκ τούτου πόδας, χεῖρας, ἄρθρα· ἐὰν γὰρ ὡς δέκα ἐτῶν ἐστιν τὸ πάθος τῆς ποδάγρας θεραπευθήσεται, κἂν ποδάγρα, κἂν χειράγρα ἐστίν, κἂν τε γονάγρα. (f. 114 r.) Χρῶ δὲ ἐν κοίτῃ καὶ ἀπὸ λούτρου. Ἑψῶν πρόσεχε μὴ ὑπερζέσῃ τὸ καπνέλαιον, ἐπεὶ ἐμπρησμὸν ποῖει. Ἕψει οὖν αὐτὸ ἐν ὑπαίθρῳ καὶ οὐκ ἐν οἰκίᾳ τὸν σταθμὸν τὸν προειρημένον βαλών. Εἰ δὲ ἔχει ὁ ἰχθὺς λίτρας θ′ ἢ ζ′ ἢ ἐλαττότερον, βάλε καὶ καπνέλαιον τόσον, τὸ δὲ βούτυρον γο θ′. Τὸ δὲ καπνέλαιον νάφθα ἐστίν.