Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΓΗΣ ΕΝΤΕΡΩΝ

Γῆς ἔντερα ἐπιτεθέντα νευροτρόπους ἄκρως ἰᾶται.

Ποιοῦσι δὲ καὶ πρὸς ἀποστήματα μασθῶν, καὶ γαγγλίαν ἀναλύουσι σὺν μέλιτι λειωθέντα καὶ ἐπιτεθέντα καὶ σκορπτοπλήκτους ἰῶνται, καὶ νύγμα ζμυραίνης θαλασσίας.

Σὺν οἴνῳ δὲ λεῖα ποθέντα λαθραίως λίθους θρύπτουσι καὶ δυσουρίαν ἰῶνται· γάλα δὲ πολὺ ἄγει ταῖς θηλαζούσαις, ὡς εἴρηται ποθέντα· ὀδονταλγίαν δὲ ἐπιτεθέντα πάνυ θεραπεύουσι· σὺν ἐλαίῳ δὲ ἐψηθέντα μέχρι τακῶσι, τοῦ ἐλαίου ἐγχριο μένου ὠταλγίας ἰῶνται· καέντων δὲ τέφρα σὺν ὄξει λειωθεῖσα καὶ ἐπιχρισθεῖσα ἐρυσιπέλατα ἰᾶται.

Εἰς δὲ τὰ βρώματα τῶν μυλῶν ἐντιθέμενοι ἐξαιροῦσιν αὐτοὺς ἀνωδύνως, ὥστε ἀκολουθεῖν ἀπὸ (f. 112 r.) τῆς ῥίζης τὴν μύλην τῇ χειρὶ ἐκριζωμένην· μετὰ δὲ κηρωτῆς γινόμενοι λεῖοι διὰ ὠῶν ἐπιτεθέντα ποδάγραν ἰῶνται.

ΠΕΡΙ ΓΟΓΓΡΟΥ ΙΧΘΥΟΣ

Γόγγρος ἐστὶν ἰχθὺς θαλάσσιος μέγας ἐγχέλιδι ἐοικώς. Οὗτος ἑψηθεὶς σὺν ἐλαίῳ ἕως οὗ λυθῇ καὶ διηθουμένου τοῦ ἐλαίου καὶ κηρῷ ἐπιβαλλομένου, ἐὰν ἐπιπλάσσῃς τὴν κηρωτήν, γυναιξὶν ἐγκύοις οὐκ ἐᾷ ῥήγνυσθαι τὰς κοιλίας αὐτῶν. Ὠφελεῖ δὲ καὶ ἀρθρῖτιν καὶ ῥαγάδας ποδῶν.

ΠΕΡΙ ΓΛΑΝΕΟΥ ΙΧΘΥΟΣ

Γλάνεος ἰχθύς ἐστι ποτάμιος καὶ λιμναῖος. Τοῦτου τὰ ὀστᾶ καιόμενα δαίμονας ἀποδιώκει.

Ἡ δὲ χολὴ ἐγχριομένη λευκώματα καθαίρει.

Τὸ δὲ ἧπαρ ἐσθιόμενον ἐπιληψίαν ἰᾶται.

Ὅλος δὲ ἰχθὺς εὐστόμαχος, κἂν αἰτιῶνται τοῦτόν τινες.

ΠΕΡΙ ΓΛΑΥΚΟΥ ΙΧΘΥΟΣ

Γλαῦκος, ἰχθὺς ἐνάλιος μέγιστος. Οὗτος μετὰ λαχάνων ἢ μαράθρων ἑψηθεὶς καὶ ἐσθιόμενος γάλα πολὺ ποιεῖ γυναιξίν.

Οἱ δὲ ἐν κεφαλῇ λίθοι περιαπτόμενοι ὀφθαλμίαν ἰῶνται.

Ἡ δὲ χολὴ γλαυκοφθαλμίαν (f. 112 v.) παιδίων μελαίνει, ὄμματα καὶ λευ κώματα ἰᾶται.

Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἀμφότεροι καὶ ὄρφου ὁμοίως καὶ θύννου καὶ ἀστέρος θαλασσίου καὶ χολὴ ὑαίνης συλλειόμενα, ἐὰν μίξῃς οἵου βούλει θηρίου στέαρ καὶ λύχνου καιομένου θυμιάσῃς, οἱ ὁρῶντες νομίσουσιν τὸ θηρίον ἐκεῖνο εἶναι οὗ τὸ

στέαρ ἔμιξας. Ὁμοίως δὲ καὶ ὕδωρ θαλάσσιον μίξας, δόξουσιν θάλασσαν εἶναι, εἰ δὲ ἀπὸ ποταμοῦ, ποταμόν, εἰ δὲ ἀπὸ βροχῆς, βροχήν. Τὸν δὲ ἀστέρα ὁλόκληρον βάλε συνθλάσας.