Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

[ΠΕΡΙ ΩΩΝ]

Τξς′. * Τὰ 〈ὠὰ〉 ἰχθύων ταριχευθέντα πάντοτε ἔσθιε καὶ μάλιστα τῶν κεφάλων καὶ τῶν λαβράκων, καὶ τῶν ὁμογενῶν, ὅτι πᾶσαν ἀνορεξίαν λύουσι. (Ms. Α, f. 119 r.)

Πρόσφατα 〈καὶ〉 τεταριχευμένα ἐσθιόμενα πᾶσαν ἀηδίαν ἰῶνται.

Καὶ ταῦτα μὲν ἡ θεία φύσις ἐπ’ ὠφελείᾳ τῶν ἀνθρώπων ἐδωρήσατο πᾶσιν ἀερίοις τε 〈καὶ〉 καταχθονίοις καὶ ἐνύδροις ζώοις, ἵνα μηδὲν ἀδωροδόκητον καταλίπῃ τῷ βίῳ.

Ἔτι μὲν ἀλλὰ καὶ λίθοις καὶ φυτοῖς καὶ βοτάναις καὶ ὕδασι τὴν ἑαυτῆς δύναμιν ἡ μακαρία φύσις ἐνεδέξατο καὶ τὰ μὲν ἀναγκαῖα δώρῳ ἡμῖν ἐχαρίσατο ὧν χωρὶς ζῆν οὐκ ἐνδέχεται, οἷον ὕδωρ, πῦρ, οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ἀνάγκην τῆς ζωῆς, ὅτιπερ εἰς τὸν μὲν ἀέρα, ἥλιόν τε καὶ ἡμέραν καὶ τούτων ἀκόλουθα. Τὰ δὲ οὐκ ἀναγκαῖα τῷ βίῳ δυσπόριστα μάλιστα ἔθηκεν, ἵνα ὅπερ ἐλλείπει τῷ ἀναγκαίῳ τούτῳ ἃ παραζητεῖται, οἷον οἱ τίμιοι λίθοι καὶ τὰ μέταλλα, περὶ ὧν ἐξῆς διελευσόμεθα. Πρῶτον δὲ περὶ τῶν ἐν τῇ 〈γῇ〉 μετάλλων τὴν ἱστορίαν ποιήσομεν Θεοῦ ἡγήσει καὶ ἐνεργείᾳ.

Ἀμήν· τέλος· ἀμήν· ἀμήν.