Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΤΡΙΓΛΑΣ

Τρίγλας εἴ τις τὸ γένειον κείρῃ ἔτι ζῶσης αὐτῆς, αὐτὴν δὲ ζῶσαν ἀπολύῃ ἐν τῇ θαλάσσῃ ἀπελθεῖν καὶ δῴη ἐν ποτῷ γυναικί, ἐρωτικὴν ἐπάγει μεγίστην συμπάθειαν καὶ φιλίαν.

Φορούμενον δὲ ἐπιτυχίαν παρέχει πρὸς πᾶν πρᾶγμα.

(Μs. Α, f. 117 v.) Εἰ δέ τις τοὺς ὀφθαλμοὺς αὐτῆς λειώσας χρίσῃ τινὸς ὀφθαλμούς, ἀμβλυωπήσει παραχρῆμα. Ἡ λύσις δὲ τούτου· ἡ χολὴ τοῦ ἰχθύος σὺν μέλιτι χριομένη ὀξυωπίαν παρέξει εἰσέτι.

ΠΕΡΙ ΤΡΥΓΩΝΟΣ

Τρυγόνος θαλασσίας κέντρον εἰς δένδρον πηγνύμενον ξηραίνει αὐτό. Εἰ δὲ εἰς οἰκοδομουμένην οἰκίαν ἡ εἰς πλοῖον κεῖται, ἀστοχίαν δηλοῖ· ἔστι γὰρ κατὰ πάντα αἴτιον βλάβης μεγάλης.

ΠΕΡΙ ΥΔΡΟΥ

Ὕδρος ἐστὶν ὄφις τὰ πολλὰ ἐν τοῖς ὕδασι διαιτώμενος, παρὰ λίμναις νηχόμενος,

ὑπερέχων τῷ στήθει τοῦ ὕδατος, πονηρὸν ζῶον. Οὗτος ἔχει λίθον ἐν τῇ κεφαλῇ. Ἐὰν οὖν τις αὐτὸν ἀγρεύσῃ, εὑρίσκει τὸν λίθον ἐνεχθέντα ἀπὸ τῆς κεφαλῆς.

Κρεμασμένου καὶ ἐξορκιζομένου τοῦ ὄφιος, ἵνα τὸν λίθον ἐξεμέσῃ, ὑποθυμιωμένης αὐτῷ δάφνης, καὶ λέγομεν οὕτω· « Μὰ τὸν σὲ κτίσαντα Θεόν, ὃν πολλάκις ἀξιῶ προσκυνήσας τῇ διχῆ σου γλώσσῃ, ἐάν μοι δῴης (f. 118 r.) τὸν λίθον, οὐ μὴ σὲ ἀδικήσω, ἀλλὰ σὲ ἀποπέμψω εἰς τοὺς ἰδίους σου τόπους. » Καὶ ἐπὰν ἐμέσῃ τὸν λίθον, λαβὼν ἐν ῥάκει ὁλοσηρικῷ, φύλασσε.

Τοῦ δὲ λίθου τούτου ἡ δύναμις πειράζεται οὕτω. Γέμισον εἰς χαλκοῦν σκεῦος ὕδωρ, καὶ ἐπίθες τὸν λίθον περιάπτων τῷ ἀγγείῳ· σημείωσον οὖν καὶ εὑρήσεις τὸ ὕδωρ ἑκάστης ἡμέρας 〈μειοῦσθαι〉 παρὰ κοτύλας δύο (ὅ ἐστι ὁ ξέστης).