Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη ὀξυωπίαν παρέχει.

ΠΕΡΙ ΖΗΝΗΣ

Ζήνη ἐστὶ στρουθίον τοῦ θεοῦ Διὸς ἔχον ἐν τῇ κεφαλῇ πτερὰ ἐρυθρὰ καὶ χρυσοειδῆ ἐν ταῖς πτέρυξι καὶ ἀπλῶς ὅλος ἐστὶ πεποικιλμένος χροιαῖς. Τοῦτον καλοῦσιν ἀστραγαλῖνόν τινες (?).

Τοῦτο ὀπτὸν βρωθὲν κοιλιακοὺς καὶ κωλικοὺς ὀνήσει καλῶς, ὃ καὶ τοὺς τὴν φωνὴν αὐτοῦ ἀκούοντας φρονίμους ποιεῖ.

ΠΕΡΙ ΗΛΙΟΔΡΟΜΟΥ

Ἡλιοδρόμος ἐστὶ πετηνὸν ἰνδικὸν ὅπερ ἅμα γεννηθῇ ἀνίπταται πρὸς τὴν ἀνατολὴν (f. 95 v.) τοῦ ἡλίου· ἄμα δὲ τραπῇ ὁ ἥλιος, αὖθις πρὸς δυσμάς. Οὐ ζῇ δὲ πλέον ἐνιαυτοῦ, ἀλλὰ τεκνογονεῖ ἀρρενοθέλη. Τοῦτο δὲ ἔχει χάριν· ἐὰν γάρ τις αὐτὸ ἀναπτύξῃ καὶ τὰ ἐντὸς φορῇ σμυρνίσας, πλουσιώτατος γίνεται· βρωθεὶς δὲ ὑγιείαν παρέχει καὶ οὐ νοσείη τὰς ἡμέρας τῆς ζωῆς αὐτοὺ ὁ ἄνθρωπος καὶ σφόδρα πλουτεῖ τοῦτο φορῶν.

ΠΕΡΙ ΘΩΠΕΙΟΥ

Θωπεῖον ὄρνεόν ἐστι νυκτερινόν· τούτου οἱ ὀφθαλμοὶ καὶ ἡ καρδία φορουμένη ἄφοβον τὰς νύκτας ποιεῖ τὸν φοροῦντα καὶ ἀβλαβῆ εἰς τοὺς ὀφθαλμούς· ἐσθιομένη δὲ εὐεξίαν παρέχει καὶ εὐστομαχίαν.