Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΔΡΥΟΚΟΛΑΠΤΟΥ

Δρυοκολάπτης, οἱ δὲ δενδροκολάπτην στρουθίον ἰσχυρόστομον, ὅπερ, ὅταν τίκτῃ, ὑπὸ κενεῶνα δρυὸς τίκτει. Ἐὰν οὖν τις μετὰ λιθίου ἀναφράξῃ τὴν νοσσίαν αὐτοῦ ὡς θέλει, ἢ μετὰ ξύλου ἢ μετὰ πετάλου σιδηροῦ καὶ ἀναχωρήσῃ, ἔρχεται

ὁ δρυοκολάπτης καὶ φέρει βοτάνην ἥντινα γινώσκει, καὶ προστιθεὶς (f. 94 v.) ἀνοίξει πάντα κλεῖθρα.

Οἱ δὲ ὀφθαλμοὶ τούτου φορούμενοι ὀξυωπίαν παρέχουσιν.

Τὸ δὲ στόμα αὐτοῦ περιαφθὲν τραχήλῳ πᾶσαν ὀδονταλγίαν καὶ σταφυλῆς πόνον καὶ ἀντιάδα καὶ συναγχίας ἰᾶται παραυτίκα· ἐσθιόμενον δὲ ἑφθὸν ὑγίειαν ταχεῖαν τοῖς νοσοῦσιν ἐπιφέρει καὶ τοὺς ἐκ φαρμακείας 〈ἢ〉 μαγγανείας περιδε δεμένους ἰᾶται καὶ εὐεξίαν παρέχει θαυμαστήν.