Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΨΙΤΤΑΚΟΥ

Ψιττακός ἐστι πτηνὸν ὡραῖον πράσινον. Πόδες δὲ αὐτοῦ καὶ στόμα πυρρόν. Εὑρίσκεται ἐν Θηβαΐδι τῆς Αἰγύπτου καὶ ἐν τῇ Ἰνδίᾳ. Ἰσχυρὸν στόμα ἔχει ὡς καὶ σίδηρα ἀνταναιρεῖ. Μιμεῖται δὲ καὶ ἀνθρώπους τὴν φωνὴν καὶ πᾶν ζῶον.

Τούτου τὸ στόμα φορούμενον δαίμονας ἀποδιώκει καὶ πᾶν ῥιγοπύρετον καὶ δύναται ὅσα καὶ ὁ χήν.

Ἐσθιόμενος δὲ ἰκτεριῶντας καὶ τοὺς φθισικοὺς καλῶς ἰᾶται.

〈ΠΕΡΙ ΨΑΡΟΥ〉

Ψάρος, στρουθίον κατάστικτον πᾶσι γνωστὸν ὅπερ ἐσθίει κώνειον, ὡς ὄρτυξ τὸν ἐλλέβορον.

Τοῦτο ἐσθιόμενον βοηθεῖ πᾶσιν τοῖς δηλητήριον πεπωκόσι παντοῖον· ἐὰν δὲ καὶ προφάγῃ, οὐ μὴ ἀδικηθῇ, οὐδὲ μὴ βλαβῇ.