Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ζώσης οὖν χηνὸς ἐάν τις ἀποκόψῃ τὴν γλῶσσαν ψαλίδι καὶ ἀποθῆται ἐν τῷ στήθει καθεύδοντος ἀνδρὸς ἡ γυναικός, ἐξομολογήσεται πάντα ὅσα ἔπραξεν.

Ὁ δὲ ἐγκέφαλος αὐτῆς σὺν τῷ ἰδίῳ στέατι καὶ μελιλώτῳ καὶ ἑψήματι ἑφθὸς προστεθεὶς ῥαγάδας καὶ αἱμορροΐδας καὶ πᾶσαν φλεγμονὴν δακτυλίου θεραπεύει. Σὺν δὲ ῥοδίνῳ 〈καὶ〉 στέατι καὶ ὀπτοῖς λεκίθοις ὤων λειωθεὶς πρὸς φλεγμονὴν μήτρας ποιεῖ. Μετὰ δὲ μυελοῦ ἐλαφείου πρὸς ῥαγάδας χειλῶν καὶ χείμετλα ἁρμόζει. Σὺν κρινίνῳ ἐλαίῳ δὲ ἐνιέμενος (f. 108 v.) ἕλκει νεκρὰ ἔμβρυα. Πρὸς δὲ τὰς ἀφθὰς χρήσιμος, μετὰ χυλοῦ στρύχνων. Σὺν μέλιτι δὲ τὰ πεῖ γλῶσσαν ἰᾶται. Σὺν δὲ νάρδῳ ποιεῖ πρὸς τὰ ῥευματιζόμενα ὦτα καὶ χρόνια. Σὺν δὲ σταφίσιν ἀγρίαις λειωθεὶς ἄνθρακας καθαίρει.

Ἡ δὲ χολὴ αὐτοῦ, μάλιστα τοῦ ἀγρίου, μετὰ χυλοῦ πρασίου ἢ πολυγόνου πεσσῷ τεθεῖσα σύλληψιν ποιεῖ ἀνδράσι τε ἔντασιν.

Τὸ δὲ στέαρ χρήσιμον πεσσοῖς, ἀκόποις, μαλάγμασιν.

Ἡ δὲ κόπρος σὺν ὕδατι ποθεῖσα βῆχας παύει· ἡ δὲ τοῦ ἀγρίου χηνὸς κόπρος θυμιωμένη δαίμονας ἀπελαύνει καὶ ληθαργὸν ἰᾶται καὶ ὑστερικὴν πνιγάδα.

Ἡ δὲ χολὴ μετὰ χολῆς βοὸς καὶ χυλοῦ δάφνης κώφωσιν ἰᾶται.

Ὁ δὲ ζωμὸς αὐτοῦ ποθεὶς σὺν οἴνῳ βοηθεῖ τοῖς πίνουσιν οἶνον ἢ ἀκόνιτον ἢ δορύκνιον.

Τὰ δὲ σπλάγχνα τοῦ χηνὸς ὀπτὰ ἐσθιόμενα τὸ μὲν ἧπαρ ὠφελεῖ στομαχικούς, ἡ δὲ κοιλία κοιλιακούς, (f. 109 r.) τὰ δὲ ἔντερα κωλικούς, ἡ δὲ καρδία καὶ ὁ πνεύμων φθισικοὺς ἰῶνται.

ΠΕΡΙ ΨΙΤΤΑΚΟΥ

Ψιττακός ἐστι πτηνὸν ὡραῖον πράσινον. Πόδες δὲ αὐτοῦ καὶ στόμα πυρρόν. Εὑρίσκεται ἐν Θηβαΐδι τῆς Αἰγύπτου καὶ ἐν τῇ Ἰνδίᾳ. Ἰσχυρὸν στόμα ἔχει ὡς καὶ σίδηρα ἀνταναιρεῖ. Μιμεῖται δὲ καὶ ἀνθρώπους τὴν φωνὴν καὶ πᾶν ζῶον.

Τούτου τὸ στόμα φορούμενον δαίμονας ἀποδιώκει καὶ πᾶν ῥιγοπύρετον καὶ δύναται ὅσα καὶ ὁ χήν.

Ἐσθιόμενος δὲ ἰκτεριῶντας καὶ τοὺς φθισικοὺς καλῶς ἰᾶται.

〈ΠΕΡΙ ΨΑΡΟΥ〉

Ψάρος, στρουθίον κατάστικτον πᾶσι γνωστὸν ὅπερ ἐσθίει κώνειον, ὡς ὄρτυξ τὸν ἐλλέβορον.

Τοῦτο ἐσθιόμενον βοηθεῖ πᾶσιν τοῖς δηλητήριον πεπωκόσι παντοῖον· ἐὰν δὲ καὶ προφάγῃ, οὐ μὴ ἀδικηθῇ, οὐδὲ μὴ βλαβῇ.