Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΦΗΝΗΣ

Φήνη ὄρνεον ἐστιν ὀστοκλάστης, ὅπερ οὐ μόνον σαρκοφαγεῖ, ἀλλὰ καὶ τὰ ὀστᾶ ἐσθίει.

Τούτου ξηρὰν τὴν κοιλίαν ἐάν τις λειώσας πίῃ μετ’ οἴνου, πέψιν εἰς ἄκρον ἐργάζεται· καὶ φορουμένη δὲ αὐτὸ ποιεῖ· ὁμοίως καὶ λιθουρίαν καὶ δυσουρίαν θεραπεύει.

Ὀστέον δὲ ἐκ τοῦ μηροῦ τοῦ ὀρνέου περιαφθὲν ἐν μηρῷ κιρσοὺς θεραπεύει τοὺς ἐν τοῖς ποσίν.

Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη λευκώματα παύει καὶ λέπρας.

ΠΕΡΙ ΦΑΣΙΑΝΟΥ

(f. 106 v.) Φασιανὸς ὄρνεον ἐστι πᾶσι γνωστόν.

Τούτου ἡ κόπρος χριομένη καὶ πινομένη ἔντασιν ποιεῖ.

Τὸ δὲ στέαρ αὐτοῦ τετανικοὺς πάνυ ὠφελεῖ, καὶ ὑστέρας πάθη.

Τὸ δὲ αἷμα αὐτοῦ δηλητηρίων ἀντιφάρμακον.

Ἡ δὲ χολὴ ὀξυωπίαν παρέχει.

ΠΕΡΙ ΦΑΛΑΡΙΔΟΣ

Φαλαρίς, πτηνὸν τὸ λεγόμενον λευκομέτωπον· ὅλον γάρ ἐστι μέλαν, τὸ δὲ μέτωπον ἔχει λευκόν. Εὑρίσκεται δὲ ἐν ποταμοῖς καὶ λίμναις.

Τούτου ὁ ἐγκέφαλος σὺν ἐλαίῳ παλαιῷ μιχθεὶς πάντα ἐν ἕδρᾳ πάθη θεραπεύει τὰ καταστίκτοντα τὸν ἄνθρωπον.

Βρωθεὶς δὲ ὁ ὄρνις ἀντιφάρμακον δηλητηρίων ἐστὶν ἀναγκαῖον.