Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΡΑΦΙΟΣ

Ῥάμφιος πτηνόν ἐστι παρὰ τὸν ποταμὸν Νεῖλον ἡπταμένον λεγόμενον πελεκάνος, καὶ ἐν τῇ λίμνῃ τοῦ Αἰγύπτου διαιτώμενον, οὕτως φιλότεκνόν ἐστι πάνυ. Ὅταν οὖν γεννήσῃ νεοσσούς, καὶ ὀλίγῳ αὐξηθῶσι, τύπτουσιν εἰς τὸ πρόσωπον αὐτῶν. Ἐκείνοι μὴ ἀνεχόμενοι (f. 104 v.) κολαφίζουσιν τὰ τέκνα καὶ ἀποκτενοῦσι αὐτά· ὕστερον δὲ σπλαγχίζονται ἐπ’ αὐτοὺς καὶ πενθοῦσι τὰ τέκνα ἅπερ ἐφόνευσαν. Τῇ οὖν αὐτῇ ἡμέρᾳ ἡ αὐτῶν μήτηρ ἐλεεῖ τὰ ἴδια τέκνα καὶ τὰς ἑαυτῆς πλευρὰς περιτίλασα ἀναπτύσσει, τὰ δὲ αἵματα στάζοντα ἐπὶ τὰ νεκρὰ σώματα αὐτῶν τῶν θανόντων τέκνων ζωογονεῖ αὐτὰ, καὶ ἐγείρονται φυσικῷ τινι τρόπῳ.

Τούτων οὖν ἡ χολὴ μετὰ νίτρου σμηχομένη μελαίνας ἀλφοὺς ἰᾶται καὶ οὐλὰς

μελαίνας ὁμόχρους ποιεῖ καὶ ἄργυρον στυγνὸν λαμπρὸν ποιεῖ καὶ πᾶσαν μέλαιναν 〈πληγὴν〉 ἰᾶται.

Τὸ δὲ αἷμα αὐτῶν ποθὲν ἐπιληψίαν ἰᾶται.