Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΠΕΛΑΡΓΟΥ

Πελαργὸς πτηνόν ἐστι κάλλιστον· ἡνίκα γὰρ ἔλθῃ τὸ ἔαρ, ἀφίπτανται πάντες

ὁμοῦ στρατολογοῦντες καὶ ἄλλων ὀρνέων διαφορὰς καὶ χῆνας ἀγρίας καὶ νήσσας, καὶ πᾶν εἶδος ὀρνέου, ἀπό τε Αἰγύπτου καὶ Λιβύης καὶ Συρίας ἀφίπτανται καὶ ἔρχονται εἰς Λυκίαν εἰς τὸν λεγόμενον Ξάνθον ποταμόν, καὶ συνάπτουσιν πόλεμον ἐκεῖσε μετὰ τῶν κοράκων τε καὶ κορωνῶν καὶ κολοιῶν καὶ γυπῶν καὶ ὃσα σαρκοβόρα εἰσίν. Διὸ ἐκεῖνα ἐπιστάμενα τὸν καιρὸν εὑρίσκονται πάντα.

Τῶν μὲν πελεκάνων τὸ στράτευμα ἐν μέρει τοῦ χείλους τοῦ ποταμοῦ παρατάσσεται· τῶν δὲ κοράκων καὶ γυπῶν (f. 100 v.) καὶ ὅλων τῶν σαρκοφάγων ὀρνέων ἐκ τοῦ ἑτέρου χείλους τοῦ ποταμοῦ διατάσσεται· ὅλον τὸν ζον μῆνα εἰς τὸν πόλεμον καρτεροῦσιν· γινώσκουσιν δὲ τὰς ἡμέρας ἐν αἷς μέλλουσιν συγκρούειν τὸν πόλεμον· καὶ μετὰ τὸ συγκροῦσαι τὸν πόλεμον ἀκούονται αἱ κραυγαὶ ἕως τὸν οὐρανόν· καὶ αἱμάτων ῥοαὶ ἐπὶ ποταμῷ τιτρωσκομένων τῶν ὀρνέων, καὶ πτερῶν ἀμυθήτων ἀπόρροια, ὅθεν οἱ Λύκιοι εἰς τὰς στρωμνὰς κέχρηνται τῶν πτερῶν αὐτῶν. Μετὰ δὲ τὴν ἐπάνοδον τοῦ πολέμου ἴδοις ἂν τετραυματισμένας τὰς κορώνας καὶ τὰ λοιπὰ τῶν σαρκοβόρων ὀρνέων πλήθη, ὁμοίως δὲ καὶ τῶν πελαργῶν καὶ τῶν πελεκάνων οὐκ ὀλίγους καὶ τῶν ἐν αὐτοῖς ὀρνέων· πολλὰ δὲ καὶ ἐν τῷ πολέμῳ πίπτουσιν νεκρά.

Σημεῖον δέ ἐστιν ὁ πρὸς ἀλλήλους πόλεμος καὶ ἐξ ἀμφοτέρων (f. 101 r.) νίκη πᾶσιν ἀνθρώποις· ἐὰν γὰρ τὸ τῶν πελαργῶν στράτευμα νικήσῃ, πλῆθος ἔσται καὶ ἀφθονία σίτου καὶ τῶν ἄλλων σπερμάτων· ἐὰν δὲ τὸ τῶν κοράκων νικήσῃ πλῆθος, ἔσται προβάτων καὶ ζώων καὶ βοῶν καὶ τῶν ἄλλων τετραπόδων.

Οἱ δὲ πελαργοὶ ἔχουσι καὶ ἄλλο φυσικόν τι ἐξαίρετον· ὅταν γὰρ οἱ γονεῖς αὐτῶν γηράσωσι καὶ οὐ δύνανται ἀνίπτασθαι, τὰ τέκνα ἑκατέρωθεν τῶν μασχαλῶν βαστάζοντα μεταφέρουσιν ἀπὸ τόπου εἰς τόπον, καὶ οὕτως τρέφουσιν. Ἐὰν δὲ καὶ μὴ βλέπωσιν, ψωμιοῦσιν αὐτοὺς τὰ τέκνα, καὶ λέγεται ἡ παρ’ αὐτῶν ἀμοιβὴ καὶ ἀνταπόδοσις ἀντιπελάργωσις. γω σις.

Ἔχει δὲ καὶ δύναμιν τοιαύτην τὰ ὠὰ αὐτοῦ· μετὰ οἴνου λειωθέντα μελαίνουσι τρίχας. Χρὴ δὲ ζύμῃ περιπλάσσειν τὸ μέτωπον (f. 101 v.) καὶ τοὺς ὀφθαλμούς· δεῖ δὲ μετὰ τὸ βαφῆναι τὰς τρίχας λούεσθαι καὶ ἀλείφεσθαι μυρσίνῳ ἐλαίῳ ἢ ὀμφακίνῳ ἐν ᾧ ἐτάκη στέαρ ἄρκτειον ἢ συάγρειον.

Ἐὰν δὲ νεοσσὸν μικρὸν πελαργοῦ λάβῃς, βάλῃς εἰς χύτραν καινήν, καὶ περιπηλώσας δῴης εἰς φοῦρνον ὀπτᾶσθαι· ὅταν δὲ ἀπανθρακωθῇ, ἄρας τὴν τέφραν, λειώσας χρησίμως, ἕξεις ξηροκολλούριον πρὸς ἀχλὺν ὀφθαλμῶν καὶ δακρύων ἐπιφορὰν καὶ τριχίασιν καὶ ὅσα τοιαῦτα ποιεῖ ὡς τεχνίτης. Εἰ δὲ θέλεις ὑγροκολλούριον αὐτὸ ποιῆσαι, ἐπίβαλε μέλιτος ἀκάπνου τὸ ἀρκοῦν καὶ συνλειώσας χρῶ.

Ζῶντος δὲ πελαργοῦ ἀφελόμενος τὰ νεῦρα τῶν ποδῶν καὶ σκελῶν καὶ πτερύγων περίαπτε ποδαγροῖς καὶ χειραγροῖς, τὰ ὅμοια τοῖς ὁμοίοις, καὶ ἰαθήσῃ.

Ἐσθιόμενος δὲ πελαργὸς ἑφθεὶς ἅπαξ τοῦ ἐνιαυτοῦ (f. 102 r.), ἦρος ἀρχομένου. πρὶν αὐτὴν εἰς τὸν πόλεμον ἀποπτῆναι ἀβλαβῆ καὶ ἀνώδυνον διαφυλάττει ἕνεκεν νεύρων καὶ ἄρθρων τὸν ἐσθίοντα· φεύξεται γὰρ ποδάγρα, χειράγρα, γονάγρα, ἰσχιάδα, ἀρθρῖτις, ὀπισθότονος καὶ ὅσα νευρικὰ πάθη καὶ ἀρθριτικά.

Ἡ δὲ κόπρος αὐτοῦ καταπλασσομένη μεθ’ ὑοσκυάμου φύλλων καὶ θρίδακος ποδαγροὺς ὠφελεῖ.