Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΛΑΡΟΥ

Λάρος πετηνὸν μέν ἐστι θαλάσσιον· τὰ αὐτὰ δύναται ἴσα τῷ ἀλκυόνι.

Τούτου τὴν καρδίαν κρατῶν εἴσελθε πρὸς δυστοκοῦσαν γυναῖκαν καὶ εὐθέως τέξεται, ἅμα δὲ τέξῃ, ἀναχώρει μὴ ἄλλο τι ῥίψῃ.

Ἡ δὲ γαστὴρ ξηρὰ πινομένη καὶ φορουμένη ἄκρον πέψιν ποιεῖ.

ΠΕΡΙ ΛΑΜΠΥΡΙΔΟΣ

Λαμπυρὶς σκώληξ ἐστὶ πτερωτὸς τῷ θέρει πτάμενος, καὶ λάμπει ὥσπερ ἀστὴρ τὴν νύκτα· ἔχει δὲ ἐν τῷ σφιγκτῆρι τὴν λαμπάδαν.

Ἐὰν οὖν αὐτὴν ἐνδήσῃ τις ἐν ἡμιόνου σκύτει, (f. 98 r.) καὶ περιάψῃ γυναικί. ἀσύλληπτόν ἐστιν ἀπαράβατον.

Εἰ δέ τις τὴν λαμπυρίδα βάλῃ εἰς ἔδαφος ὅπου εἰσὶν ψύλλοι, φεύξονται.