Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΖΑΥΡΑΣ

Ζαυρῶν γένη τρία· ἡ μὲν ἡλιακὴ λέγεται, ἡ δὲ χαλκῆ, ἡ δὲ χλωρά.

Ἡ δὲ ἡλιακὴ γνωστὴ πᾶσιν· ταύτης τὴν δεξιὰν χεῖρα ἐὰν φορῇ τις περὶ τὸν ἀριστερὸν βραχίονα ἐν χρυσῷ σωληναρίῳ ἔχοντι γεγραμμένον τὸ ὄνομα τοῦτο· ΕΒΛΟΥ′ΣΑΥΡΕ, ἐκφεύξεται (f. 75 r.) πᾶσαν χαλεπὴν νόσον, καὶ οὐ μήποτε πειρασθῇ ἀρρωστίας ὅσον ζῇ χρόνον καὶ φέρει.

Οἱ δὲ ὀφθαλμοὶ αὐτῆς ἀφαιρεθέντες ζώσης εἰς ὄνομα τοῦ πάσχοντος πᾶσαν ὀφθαλμίαν ἰῶνται· ἀπολύεται δὲ ἡ ζαύρα ζῶσα.

Ἐὰν δὲ μιγνυμένας δύο ἀρσενόθηλυ ἀγρεύσας, καὶ κόψῃς τὸ μόριον, καὶ ξηράνα, καὶ ποτίσας γυναικὶ, γίνεται φιλία ἄλυτος.

Καὶ ὅταν βιβάζωσιν, ἐὰν ῥίψῃς ἐπάνω ὀράριον ἢ ῥάκος, ἔστιν χαριτήσιον μέγα εἰ δὲ φορουμένη, ἔντασιν ποιεῖ.

Τὸ δὲ ἥπαρ αὐτῆς ἥλους ἰᾶται καταπλασσόμενον.

Ἡ δὲ χολὴ αὐτῆς ἐν οἴνῳ σαπεῖσα ἐπὶ ἡμέρας μα′ τοῖς ὑπὸ κύνα καύμασι καὶ

τρίχας θραύει τὰς ἐν βλεφάροις· ἡ ἡλιακὴ σαύρα τὰ ἶσα δύναται τῇ χλωρᾷ.

(f. 75 v.) Ἐὰν οὖν ποιήσας περόνας β′, καὶ μετ’ αὐτῶν τυφλώσῃς τὴν ζαύραν, καὶ βάλῃς εἰς χύτραν ἔχουσαν καὶ γῆν παρθένον, εἶτα ἐάσῃς ἐπὶ ἡμέρας θ’· καὶ μετὰ ταῦτα ἀνοίξας τὴν χύτραν εὑρήσεις βλέπουσαν τὴν ζαύραν.

Ταύτην μὲν ἀπόλυε ζῶσαν, τὰς δὲ περόνας ποίει δακτυλίους καὶ φόρει, ἐν μὲν τῇ δεξιᾷ τὴν τὸν δεξιόν ὀφθαλμὸν ἐκβάλλουσαν, ἐν δὲ τῇ εὐωνύμῳ τὸν εὐώνυμον, κατακλείσας καὶ ἐν αὐτοῖς λίθον ἴασπιν ἔχοντα γλυφὴν σαύραν ἐπὶ κοιλίαν ἡπλωμένην καὶ γραφόμενον ΠΕΙΡΑΝ, ὑποκάτωθεν τὸ ὄνομα τοῦτο · ΧΟΥΘΕΣΟΥ’ΛΕ καὶ φόρει· ἀβλαβὴς γὰρ ἔσῃ ὀφθαλμοῖς πάντα τὰ ἔτη σου, καὶ ὀφθαλμιῶντας δὲ ἰάσῃ τῷ δακτυλίῳ περιάπτων.