Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΦΩΚΗΣ

Φώκη ζῶόν ἐστι τετράπουν, ἔνυδρον, ἀμφίβιον (f. 88 r.). Γεννᾷ ὥσπερ τὰ τετράποδα· ἔχει δὲ δυνάμεις πολλάς. Ὁ γὰρ ἐγκέφαλος αὐτῆς πινόμενος δαίμονας ἀποδιώκει.

Ἡ δὲ κεφαλὴ κκεῖσα καὶ μετὰ κεδρίας συνλειωθεῖσα ἀλωπεκίας καὶ πᾶν πάθος θεραπεύει.

Ὁ δὲ δεξιὸς αὐτῆς ὀφθαλμὸς φορούμενος ἐν ἐλαφείῳ δέρματι ἀξιέραστον καὶ ἐπιτευκτικὸν ποιεῖ τὸν φοροῦντα.

Ἡ δὲ καρδία φορουμένη ὁμοίως καὶ ἡ πυτία πᾶν μὲν χαλεπὸν ἀποστρέφουσιν, πᾶν δὲ ἀγαθὸν ἐπιφέρουσι τῷ φοροῦντι.

Ἐὰν δὲ τὰς ἐν τῇ ῥινὶ αὐτῆς τρίχας ἐν ἐλαφείῳ δέρματι δήσας φορῇς, τὰς μεγάλας καὶ τραχείας λέγω, καὶ εἰσελεύσεται ἀνὰ μέσον πολεμίων, πάντες αὐτὸν ὡς φίλον ἀσπάσονται.

Ἡ δὲ γλῶσσα (f. 88 v.) ὑπὸ τὰ ὑποδήματα φορουμένη νίκην παρέχει.

Τὸ δὲ στέαρ πᾶσαν φλεγμονὴν καὶ ὀδύνην ἄρθρων ἰᾶται.

Ἡ δὲ δορὰ ζωννυμένη νεφροὺς καὶ ἰσχία θεραπεύει.

Αἱ δὲ σάρκες ἐσθιόμεναι καὶ τὸ αἷμα σὺν οἴνῳ πινόμενον ξηρὸν λάθρα πᾶσαν ἐπιληψίαν καὶ μανίαν καὶ σκότωσιν καὶ πᾶν πάθος ἰᾶται.

Ὁμοίως καὶ τὸ ἧπαρ καὶ ὁ πνεύμων καὶ ὁ σπλὴν ξηρὰ ἐν πότῳ ἐπιπασσόμενα τὰ ὅμοια ἰῶνται καὶ πᾶν πάθος.

Τὰ δὲ ὀστᾶ ὑποκαπνιζόμενα ὠκυτόκιά εἰσιν.

Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη πᾶσαν ὀφθαλμίαν θεραπεύει.

Ὁ δὲ ἐγκέφαλος πινόμενος ἱερὰν νόσον θεραπεύει.

Ἐὰν δέ τις τὴν καρδίαν τῆς φώκης καὶ τὸ ἄκρον τῆς γλώσσης καὶ τρίχας τῆς ῥινὸς καὶ τὸν (f. 89 r.) δεξιὸν ὀφθαλμὸν καὶ τὴν πυτίαν ἐνδήσῃ ἐν ἐλαφείῳ δέρματι ἢ φωκείῳ καὶ φορῇ, ἔσται νικῶν πάντας ἐν πολέμῳ καὶ γῇ καὶ θαλάσσῃ· φεύξεται δὲ αὐτὸν πᾶσα νόσος καὶ πάθος καὶ κλιμακτῆρες καὶ πᾶς δαίμων καὶ θήρα· ἔσται δὲ πλουτῶν καὶ εὐδαιμονῶν καὶ ποθητός.

ΠΕΡΙ ΦΡΥΝΟΥ ΒΑΤΡΑΧΟΥ

Φρῦνός ἐστιν εἶδος βατράχου χλωροῦ ἐν τῇ χερσαίᾳ διατρίβων. Οὗτος ἐὰν πτύσῃ 〈εἰς〉 ἄνθρωπον, ὁλομάδιστος γίνεται.

Τὸ δὲ αἷμα αὐτοῦ δηλητήριόν ἐστι τριχῶν.

Φρῦνοι πολλοὶ ἑψηθέντες ζῶντες ἐν ἐλαίῳ μετὰ θύμου κόμης καὶ πρασίου καὶ σκίλλης ἕως τριῶν ἡμερονυκτίων εἰς κάμινον λούτρου ποδαγροὺς ἰῶνται παραδόξως.

(A mg.). Τὸ δὲ ἧπαρ αὐτοῦ ἐάν τις λειώσας ἐπιβάλῃ εἰς ὅπερ λούεται ὕδωρ, ἀπορρυήσονται βλεφάρων αἱ τρίχες.

(A mg.). Ἐὰν δὲ τὸν φρῦνον βάλῃς εἰς χύτραν καινὴν καὶ περισπιλώσῃς ἕως

ἄν ἀπανθρακωθῇ, τούτου ἡ τέφρα μετὰ ὄξους σμηχομένη πᾶσαν αἱμορραγίαν ἵστησιν ἀνδρῶν τε καὶ γυναικῶν ἀπό τε νεφρῶν καὶ ὑστέρας, καὶ ῥύσιν(?) φλεβός, καὶ ἀρτηρίας παύσεται τομήν· καὶ ἀπλῶς εἰπεῖν, ὅπου αἱμορραγία γίνεται. Εἰ δὲ δοκιμάσαι θέλεις, λαβὼν μάχαιραν ἐπίχρισον ἐκ τῆς τέφρας, καὶ σφάξον τετρά ποδον οἷον θέλεις, καὶ ἐξ αὐτοῦ αἷμα οὐ ῥεύσει. (f. 89 v.)