Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΥΑΙΝΗΣ

Ὕαινα, ζῶον τετράπουν, ἀνήμερον, διφυές· τὸ γὰρ ζῶον τοῦτο γεννᾶται θήλεια καὶ μετὰ ἐνιαυτὸν γίνεται ἄρρεν· εἶτα πάλιν μετὰ ἄλλον ἐνιαυτὸν γίνεται θῆλυ. Ὅτε μὲν βιβάζει, ὅτε 〈δὲ〉 βιβάζεται καὶ κύει καὶ μασθοδοτεῖ. Ἔχει δὲ δυνάμεις τοιαύτας.

Ἡ χολὴ τοῦ ζώου τούτου γλυκεῖα ὑπάρχουσα ἐνεργεῖ. Σκευάζεται δὲ δι’ αὐτῆς ἐπίδειξις μεγίστη· τὸ δέ 〈γε〉 σύνθεμά ἐστι τοιοῦτον· γλαύκου ἰχθύος 〈οί〉 ὀφθαλμοὶ καὶ χολὴ ὑαίνης ὅλον τὸ ὑγρόν· λείου ὁμοῦ πάντα καὶ ἀπόθου ἐν ψελίνῳ ἀγγείῳ, εὖ μάλα περισκέψας.

Εἰ οὖν βούλει ἔνδειξιν μεγίστην ποιῆσαι, ποίησον οὕτως. (f. 85 v.) Λύχνου τεθέντος, ἐὰν στέαρ οἵου βούλει ἑρπετοῦ ἢ τετραπόδου μίξῃς μετὰ βραχέος τοῦ συνθέματος, καὶ χρίσῃς βυβλάριον ἡ χυνάριον, καὶ δείξῃς τοῖς παροῦσιν ὀψίας

λύχνου τεθέντος, δόξουσιν ἐκεῖνοι εἶναι τὸ θηρίον οὖ ἐστιν τὸ στέαρ, εἶτε λέοντος, εἶτε ταύρου ἡ ὄφεως ἢ ἑτέρου τινός.

Ἐὰν οὖν θέλῃς ἐνδείξασθαι, στέαρ οἵου θέλεις θηρίου, μετὰ ὀλίγου τοῦ συνθέματος ἐπίθες ἐπὶ ἀνθράκων ἐν μέσῳ τοῦ οἴκου, καὶ φανήσεται τὸ ζῶον οὖ τὸ στέαρ προσέμιξας. Τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐπὶ πετηνῶν.

Ἐὰν δὲ ἀπὸ κύματος θαλάσσης ὕδωρ βραχὺ μίξῃς τῷ συνθέμκτι καὶ ῥάνῃς ἐν συμποσίῳ, πάντες φεύξονται νομίζοντες θάλασσαν ἐν μέσῳ αὐτῶν εἶναι.

Ἐὰν δὲ θύσῃς τὴν ὕαιναν (f. 86 r.) σελήνης οὕσης ἐν διδύμοις ἢ ἐν παρθένῳ. δῴης δὲ ἐκ τοῦ πνεύμονος αὐτῆς ἐκζεσμένου λάθρα, σεληνιαζομένους θεραπεύεις. Ἱστόρησα τοῦτο, καὶ ἐθαύμασα ἐπὶ ἐπιληπτικοῦ πῶς πυκνῶς λαμβανόμενος ὁ ἄνθρωπος οὐκέτι κατέπεσε. Δίδου δὲ γο β′ ἢ τρεῖς. Ἱστόρησα δὲ καὶ περὶ τοῦ συνθέματος καὶ συνέπραξα ἐν αὐτῷ.

Ἔχει δὲ 〈καὶ〉 ἑτέραν σκευασίαν· ἡ χολὴ γὰρ πρὸς ἀμβλυωπίας, δικοριάσεις ἰκτεριῶν, ἀρχὴν ὑποχύσεως, ἀχλὺν νεφελίων, πτίλους, μίλφας ὠφελεῖ.

〈 Ἔχει δὲ οὕτως 〉. Τῆς οὖν χολῆς 〈. ο ϛ′, λυκίου ἰνδικοῦ 〈ο β′, ὀποβαλ σάμου 〈ὸ α′, σμύρνης 〈ο γ′, χυλὸν ἰερακίτιος βοτάνης (ἔστιν δὲ ἀγριοθρίδαξ), 〈ο η′, (f. 86 v.) πεπέρεως 〈ο α′, μέλιτος γο ϛ′. 〈Ταῦτα〉 λειώσας εὖ μάλα καὶ ποιήσας ὑγροκολλούριον, ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ καὶ χρῶ.

Ἐὰν δὲ ὑδροφόβῳ ἡ λυσσοδήκτῳ ὅψης στέαρ ὑαίνης, σωθήσεται· δίδου δὲ ἀγνοοῦντι.

Εἰ δὲ τοὺς δύο ὀφθαλμοὺς ζώσης τῆς ὑαίνης ἐξέλῃς καὶ περιάψῃς τοῖς δυσὶ βραχίοσιν ἐν πορφυρῶ ῥάκει, ἀποδιώξεις πάντα φόβον νυκτερινὸν καὶ τὴν Γελλοῦν τὴν πνίγουσαν τὰ βρέφη καὶ τὰς λοχὰς ἐνοχλοῦσαν, καὶ πᾶν δαιμόνιον φεύξεται.

Ἡ δὲ γαστὴρ αὐτῆς ξηρὰ κοπεῖσα καὶ μιγεῖσα ἰρίνῳ μύρῳ καὶ ἀλειφομένη θεραπεύει τοὺς χολερικοὺς καὶ τοὺς ἐκ πολλῆς κενώσεως σπωμένους καὶ ἄρθρων ὀδύνας.

(f. 87 r.) Ὁ δὲ δεξιὸς αὐτῆς ποὺς ἐὰν περιαφθῇ ἐν φιάλῃ καὶ δοθεῖσα πιεῖν ἐν αὐτῇ λυσσοδήκτῳ ἢ ὑδροφόβῳ, σωθήσεται παραχρῆμα.

Τὸ δὲ ἧπαρ αὐτῆς ἐσθιώμενον τετραίζοντας ἰᾶται καὶ τρομικοὺς καὶ καρδια κούς. Ἐπὶ πάντων δὲ δίδου λαθραίως.

Ἐὰν δέ τις τὴν γλῶσσαν αὐτῆς φορῇ ἐν ἀριστερῷ ὑποδήματι καὶ πορεύσηται, φιμωθήσονται πάντες κύνες καὶ ἄνθρωποι· ἔστι γὰρ φιμοκάτοχος.

Ὁ δὲ ἐπίπλους αὐτῆς σὺν ἐλαίῳ τηχθεὶς πᾶσαν φλεγμονὴν θεραπεύει.

Ὁ δὲ ἐκ τῆς ῥάχεως αὐτῆς μυελὸς ἀλειφόμενος πάντα πόνον ψυῶν καὶ ῥάχεως ἰᾶται.

Στέαρ δὲ ἐκ τῶν ὀστῶν τῆς ὀσφύος αὐτῆς ὑποκαπνιζόμενον ταῖς δυστοκούσαις ὠκυτόκιόν ἐστιν μέγιστον.

(f. 87 v.) Ἡ δὲ ὑαίνειος κύστις ξηρά, λεία, σὺν οἴνῳ ποθεῖσα τοὺς ἐνουροῦντας παῖδας αὐτομάτως τοῖς στρώμασι καταπαύει.

Ἐκ δὲ τοῦ δέρματος αὐτῆς ὀλίγον περιαφθὲν ἢ ὑποδήματα ἐξ αὐτοῦ γινόμενα καὶ φορούμενα θεραπεύει ποδαγρούς, γοναγρούς, χειραγρούς, ἀρθριτικοὺς καὶ πάντα ῥευματισμόν, καὶ ἀλγήματα νεύρων παραχρῆμα παύει.

Ἡ δὲ χολὴ 〈αὐτῆς〉 μετώπῳ χριομένη καὶ τοῖς βλεφάροις πάντα ῥευματισμὸν ὀφθαλμῶν ἵστησι, καὶ ὀφθαλμίαν πᾶσαν, μετὰ μέλιτος ἐγχριομένη, καὶ ὀξυωπίαν παρέχει.