Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΥΑΙΝΗΣ

Ὕαινα, ζῶον τετράπουν, ἀνήμερον, διφυές· τὸ γὰρ ζῶον τοῦτο γεννᾶται θήλεια καὶ μετὰ ἐνιαυτὸν γίνεται ἄρρεν· εἶτα πάλιν μετὰ ἄλλον ἐνιαυτὸν γίνεται θῆλυ. Ὅτε μὲν βιβάζει, ὅτε 〈δὲ〉 βιβάζεται καὶ κύει καὶ μασθοδοτεῖ. Ἔχει δὲ δυνάμεις τοιαύτας.

Ἡ χολὴ τοῦ ζώου τούτου γλυκεῖα ὑπάρχουσα ἐνεργεῖ. Σκευάζεται δὲ δι’ αὐτῆς ἐπίδειξις μεγίστη· τὸ δέ 〈γε〉 σύνθεμά ἐστι τοιοῦτον· γλαύκου ἰχθύος 〈οί〉 ὀφθαλμοὶ καὶ χολὴ ὑαίνης ὅλον τὸ ὑγρόν· λείου ὁμοῦ πάντα καὶ ἀπόθου ἐν ψελίνῳ ἀγγείῳ, εὖ μάλα περισκέψας.