Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΒΟΟΣ ΘΗΛΕΙΑΣ

>Βοὺς θήλεια γνωστὴ πᾶσι. Ταύτης τὴν κόπρον λαβὼν ξηρὰν λείωσον καὶ σείσας στῆσον λ. α′, κηροῦ γο ς′, κραμβῆς χυλοῦ γο ς′ (ἢ γ′ ὡς ἐν ἄλλῳ), ὠὰ ὠμὰ γ′, ἐλαίου καλοῦ λ. α′, θείου οὔγγ. α′· λείωσον τὰ ξηρὰ καὶ τῆξον τὰ τηκτά. Εἶτα καθελὼν καὶ χλιάνας, βαλὼν τὰ ὠά, καὶ συλλείου καλῶς. Ἐκ τοῦτου κατάπλασσε· σπληνικούς, ἡπατικούς, ὑδρωπικούς, ὁμοίως ὑδροκοίλους καὶ ποδαλγοὺς παραυτὰ ὠφελήσεις. Τοῦτο κρύβε (f. 70 r.) ὡς μέγα δῶρον.

Ἐὰν δὲ τὴν κόπρον λειώσας σὺν ὄξει χρίσῃς τινὰ τόπον ἢ ἀγγεῖον μελιτηρόν, μύρμηκες ἐν αὐτῷ οὐχ ὑπερβήσονται.

Ὄνυχες δὲ βοὸς ἐκζεσμένοι μετὰ σινάπεως ἐσθιόμενοι ἀντιτάσσονται πᾶσαν φαρμακείαν ὡς οὐδὲν ἄλλο.

Ἡ δὲ χολὴ ἡ βοεία ἰόνθους ῥήγνυσιν καὶ στίλβει πρόσωπον.

Ἡ δὲ κόπρος καπνιζομένη ὑπὸ τὸν δίφρον τῆς κυούσης ὠκυτόκιός ἐστιν καὶ τὰ ὑστέρια κατάγει καὶ ἐκβάλλει.

ΠΕΡΙ ΒΑΤΡΑΧΟΥ

Βάτραχός ἐστι ζῶον πᾶσι γνωστόν. Τούτου τὴν γλῶσσαν ἐάν τις κόψῃ, αὐτὸν δὲ ἀπολύσῃ ζῶντα, καὶ ἐπιγράψῃ ἐν τῇ γλώσσῃ οὕτως· ΧΟΥΟ′Χ, (f. 70 v.), καὶ λαθραίως καθευδούσης γυναικὸς ἐπιθήσει τῷ στήθει, εἴπῃ σοι πάντα ὅσα ἔπραξεν ἐν βίῳ.

Ἡ δὲ τέφρα αὐτοῦ σὺν πίσσῃ ἐπιχριομένη ἀλωπεκίαν δασύνει· μετ’ ὄξους δὲ προστιθεμένη πᾶσαν αἱμορραγίαν ῥινῶν καὶ ἑλκῶν καὶ ἕδρας ἵστησι καὶ φλέβας καὶ ἀρτηρίας καὶ τὰ πυρκαιὰς ἰᾶται.

Ἐὰν δέ τις λάβῃ ζῶντα βάτραχον εἰς ὄνομά τινος μήτε ἡλίου μήτε σελήνης φερομένων ὑπὲρ γῆν, καὶ ἀποτέμῃ ψαλίδι τοὺς δύο ὄπισθεν αὐτοῦ πόδας καὶ δήσας ἐλαφείῳ δέρματι, καὶ περιάψῃ ποσί, δεξιὸν δεξιῷ καὶ ἀριστερὸν ἀριστερῷ, ποδαγροὺς θεραπεύει εἰς τὸ παντελές.

Ἐὰν δέ τις θέλῃ ἀπορρυῆναι τὰς τρίχας (f. 71 r.) ὅλου τοῦ σώματος, τοῦ· βατράχου τὸ δέρμα καύσας βάλε εἰς ὃ λούεται ὕδωρ καὶ ἀπορρυήσονται.

Βατράχους δὲ μικροὺς καύσας ἐπίχρισον ἀλωπεκίας, καὶ ἰαθήσονται.