Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ὁ δὲ κριὸς ἔχει πράξεις τοιάσδε· ἐὰν γὰρ τὸ δεξιὸν αὐτοῦ κέρας πρίῃς, καὶ ποιήσῃς κτένιον, κτενίσῃς δὲ μετ’ αὐτοῦ, ἡμίκρανον (f. 81 r.) θεραπεύει, τὸ μέντοι ἀπὸ τοῦ δεξιοῦ κέρατος δεξιὸν ἡμίκρανον, τὸ δὲ ἀριστερὸν εὐώνυμον.

Τοῦ δὲ ἡλίου ὄντος ἐν κριῷ, ἐὰν τὴν κόπρον ξηράνας τις ἐπιθῇ μετ’ ὄξους ἐπὶ τῶν κεφαλαλγούντων, ἀπαλλάξει.

Οἱ δὲ ἐντὸς τῶν κεράτων σκώληκες φιλτροπόσιμόν εἰσι ἀπαράβατον.

Τὸ δὲ κέρας καπνιζόμενον τὰς ὑστερικὰς πνιγμονὰς ἀνακαλεῖται.

Πνεύμων δὲ προβάτου ἐσθιόμενος νήστει ἀμέθυστον τὸν ἐσθίοντα φυλάξει καὶ ὅσα πίνει.

Τὸ δὲ ἧπαρ αὐτοῦ ἐν ταῖς παρειαῖς τῶν γυναικῶν ἐπιτιθὲν ζεστὸν εὔχρουν καὶ εὔμορφον ποιεῖ τὸ πρόσωπον.

Τὸ δὲ στέαρ αὐτοῦ εἰς πεσσοὺς χρήσιμον.

Πνεύμων δὲ ἀρνίου ξηρὸς λεῖος δοθεὶς ἐν πότῳ τοῖς ὑπὸ δηλητηρίων (f. 81 v.) φαρμάκων βλαβεῖσιν ἀρήγει.

Χολὴ δὲ καὶ αἶμα τοῦ ἀρνίου ἐπιληπτικοὺς θεραπεύει.

ΠΕΡΙ ΡΙΝΟΚΕΡΟΥ

Ῥινόκερώς ἐστι ζῶον τετράπουν παραπλήσιον ἐλάφου, ἐν κέρας ἔχον κατὰ τῆς ῥινὸς μέγιστον. Ἄλλως δέ οὐκ ἀγρεύεται εἰ μὴ μύρῳ καὶ εὐμορφίᾳ γυναικῶν εὐστόλων· ἔστι γὰρ ἐρωτικόν.

Τούτου ὁ εὑρισκόμενος ἔνδον τῆς ῥινὸς ἡ τοῦ κέρατος λίθος 〈καὶ〉 φορού μένος δαίμονας ἀποδιώκει.

Οἱ δὲ ὄρχεις αὐτοῦ ποτιζόμενοι ἢ τὸ αἰδοῖον ἀνδράσι καὶ γυναιξὶ συνουσίαν παρορμᾷ ἀκρότατα.