Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Μετὰ μέλιτος δὲ ἐγχριομένη τῷ λαιμῷ καὶ τῷ στόματι συναγχικοὺς ἄκρως ἰᾶται· λαθραίως δὲ ποίει πάντα μὴ ὁμολογῶν τῷ πάσχοντι.

Πινομένη δὲ ὑδρωπικοὺς ἄκρως ἰᾶται.

Λεία δὲ κόπρος συγχριομένη σὺν ὄξει ὑδροκοίλους καὶ φλεγμονὰς μορίων ἰᾶται.

Καεῖσα δὲ εἰς ὄστρακον καὶ λειωθεῖσα σὺν ῥοδίνῳ ῥαγάδας τὰς ἐν ἕδρᾳ ἰᾶται, καὶ θύμους καὶ ἐξοχάδας ἐκριζοῖ.

Σὺν τερεβινθίνῃ δὲ ἐπιτεθεῖσα κονδυλώματα καὶ ἐξοχάδας ἰᾶται.

Μετὰ δὲ ῥοδίνου [εἰς] ἕλκη ῥυπαρὰ καὶ δυσεπούλωτα, μάλιστα σὺν κηρωτῇ ῥοδίνῃ· σὺν ἐλαίῳ δὲ πρὸς μελισσῶν καὶ σφηκῶν κρούσματα.

(f. 79 r.) Ἐὰν δὲ τὴν καρδίαν κυνός τις κρατῇ ἐν εὐωνύμῳ χειρὶ, ἢ τὴν γλῶτταν εἱλιγμένην ἐν ῥακίῳ, πάντες κύνες φιμωθήσονται καὶ φεύξονται.

Γλαυκοῦ δὲ κυνὸς ἀμφοτέρους τοὺς ὀφθαλμοὺς μετὰ μάγνητος λίθου καὶ ὁψιανοῦ λίθου ποίησον τὴν στιμίαν ὡς ξηροκολλούριον, καὶ ὀψὲ στιβισάμενος, ὄψει τὰ ἐν τῷ σκότει γινόμενα.

Ἐὰν δὲ ἀρρωστῇ τις, μετὰ ζύμης μικρᾶς ἐκμάσσε τὸ πρόσωπον καὶ τὰς μάλας, καὶ βουβῶνας καὶ πόδας καὶ χεῖρας, καὶ δώσεις κυνὶ φαγεῖν. Ἐὰν φάγῃ ὁ κύων, ζήσεται 〈ὁ νοσῶν〉· εἰ δὲ μὴ φάγῃ, θανεῖται· ἡ δὲ ζυμὴ ἔστω θερμή.