Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἰτέα, δένδρον.

Ἴασπις, λίθος χλωρός.

Ἰκτίς, πτηνόν.

Ἰούλης, ἰχθύς.

(f. 29 r.) Ἰτέα ἐστὶν δένδρον πᾶσι γνωστόν, ἄκαρπον.

Ἴασπις, λίθος πᾶσι γνώριμος.

Ἰούλης, ἰχθὺς θαλάσσιος, μικρός, ποικίλος, εὐκόπως εὑρισκόμενος.

Τῆς οὖν ἰτέας τὰ φύλλα χλωρὰ λειώσας, κατάπλαττε μετ’ ὀλίγου ἁλὸς καὶ σιάλου ὀδυνωμένους σπλῆνα 〈 ἰάσεις〉. Τὸν φλοῦν ζέσας ὀξυμέλιτι, δίδου νήστῃ κοχλιάρια δύο ἢ τρία· ἀποτρίτωσον δὲ αὐτό· δίδου δὲ πρὸς τὴν δύναμιν ἑκάστῳ.

Εἰς δὲ τὸν ἴασπιν λίθον γλύψον ἰκτῖνα διασπαράσσοντα ὄφιν, καὶ ὑπὸ τὸν λίθον ἐκ τῆς κεφαλῆς τῆς ἰούλης λίθον, καὶ κατακλείσας δίδου φορεῖν ἐπὶ τοῦ στήθους, (f. 29 v.) πάν〈τα〉 δὲ πόνον στομάχου παύσει 〈 καὶ 〉 πολλὰ ἐσθίειν ποιεῖ εὐπέπτως. 〈Ἔχει δὲ〉 καὶ ἑτέρας δυνάμεις· τοῦτο φόρει ἐπὶ τῷ στήθει. καὶ ὄψει.