Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

[Ἐνταῦθα] θύρσις, βοτάνη.

Θύρ, πτηνόν.

Θυρσίτης, λίθος ὅμοιος κοραλλίου.

Θύννος, ἰχθὺς θαλάσσιος.

Θύρσις, βοτάνη ἥ ἐστιν διονυσιακή, θαμνώδης, ἀγαθὴ εἰς πάντα. Θύρ ἐστι πτηνὸν ὅμοιον ἱέρακος τοῦ πελαγίου, δραστικόν, ἔνθεον. Θυρσίτῃς λίθος ὁμοίος κοραλλίου. Θύννος, ἰχθὺς θαλάσσιος ἐδώδιμος ὁμοίος τῆς παλαμίδος, μέγας δὲ καὶ εὔγνωστος.

Bάκερά (f. 27 v.) ἐστιν φυτὸν Διονύσου· αὐτὸ τὸ θύρσιον ἐν Βάκχαις καὶ Μαινάσι ληνοβατεῖται· γῆς φυτὸν πεφυκὸς εἰς εὐφροσύνην ἀνθρώπων. Νῦν δέ τινας λέξω

δυνάμεις τὰς εὐμαρεούσας ἐν οἴνῳ ὅσοις βροτοῖσι πέφυκε παρὰ χεύμασι ληνοβατεῖν. Τοῦτο ὕστερον αὖ μετέπειτα πεζῷ λόγῳ καταλέξω· εἰδέναι δὲ γῆς ἐστι τοῦτο.

Τοῦ οὖν φυτοῦ τούτου ἐάν τις λειώσῃ ‹ δ′, καὶ τοῦ λίθου ‹ δ′, καὶ εἴπῃ τὸ διονυσιακὸν ὄνομα, βάλῃ δὲ αὐτὸ εἰς κεράμιον οἴνου, ὅθεν πάντες πίνουσιν ἓν ποτήριον μόνον, καὶ πιόντες ἀναλύσουσιν (f. 28 r.) πάντες ὡς μεθύοντες καὶ εὐχαριστοῦντες, ὅτι «εὔφρανας ἡμᾶς, δέσποτα».

Ἐὰν δὲ τοῦ θύννου τὸν δεξιὸν ὀφθαλμὸν βάλῃς εἰς τὸν οἶνον, καὶ εἴπῃς τοῦ Διονύσου ὄνομα, καὶ ὅτι « ἀναλυσάτωσαν οἱ κατακυκλούμενοι, φίλοι μὲν πιόντες, ἀλλὰ καὶ εὐχαριστοῦντες ὡς εὐφραινόμενοι ».

Ἐὰν δὲ καὶ πτερὸν τοῦ θυρὸς ὀρνέου κόψῃς μαχαίρᾳ ὁλοσιδήρῳ βάλῃς τε εἰς κεράμιον οἴνου ἐπιλέγων τὸ ὄνομα τὸ διονυσιακὸν καὶ ὅτι « κύριε, ἀνάστησον τοὺς ἀνακειμένους, αἰματοχύτους γενέσθαι ἀλλήλους δαίροντας, γίνηται (f. 28 v.) οὕτως ».

Εἰς δὲ τὸν θυρσίτην λίθον γλύψον θὺρ τὸ πτηνὸν καὶ Διόνυσον κρατοῦντα τὸ πτηνόν, καὶ ὑπὸ τὸν λίθον ῥίζαν τῆς βοτάνης, καὶ κατακλείσας φόρει, καὶ ἔσῃ ἀμέθυσος, πρὸς πάντας χάριν ἔχων. Ἔστι δὲ καὶ ἀκίνδυνον καὶ ἐπὶ κριτηρίων ἀήττητος. Ἐστι δὲ διονυσιακὸν ὄνομα τοῦτο. Ἐὶ. εϊρίς· βραχὺ Χριστὲ Ἰησοῦ· εϊη. οἱωο· ἀ ε η ΐ λ. Ἡ δὲ ἀλήθεια τοῦ ὀνόματός ἐστιν· ἡ ο σὺ· ἢ ο ώ β. Οὕτως μὲν ὁ Ἁρποκρατίων· ὁ δὲ Κυρανὸς οὕτως· εϊὰ βαϊχεῦ ευϊλεῦ Διόνυσε.