Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Δρακόντιος, βοτάνη.

Δενδροκολάπτης, πτηνόν.

Δράκων, ἰχθύς.

Δενδρίτης, λίθος εὔγνωστος.

Δρακόντιος βοτάνη ἐστὶν ἔχουσα σπέρμα ὡς ὀφθαλμοὺς δράκοντος, φύλλα πλατέα, πονηρὰ δὲ ἐν παντί.

Δενδροκολάπτης πτηνόν ἐστι πασίγνωστον τῷ μεγέθει ὡς ὄρτυξ. Κολάπτει δὲ τὰς δρῦς, ἐλάτας τε καὶ καρύας, ἵνα νοσσεύσῃ ἔνδον τοῦ στελέχους.

(f. 16 r.) Δράκων θαλάσσιός ἐστιν ἰχθὺς ἀλέπιδος ἀληθῶς· ἐὰν ὑπερμεγέθης γένηται καὶ θελήσει δυναστεύειν, τοῦτον ἁρπάζουσιν αἱ νεφέλαι εἰς τὸν ἀέρα καὶ ῥίπτουσιν εἰς τὰ ὅρη, κατὰ μέλος αὐτοῦ διαιρουμένου ὅπως μὴ ὑπάρχῃ. Ἡ δὲ γλῶσσα αὐτοῦ οὖσα διδυμωτή, ὡς θρὶξ ἱππεία παμμεγέθης, ἔχουσα μῆκος δακτύλων δύο, ἦν περιβαλὼν εἰς ἔλαιον, ἔχε. Περιαπτόμενος παισὶν ἀβασκάντους καὶ ἀνόσους τηρήσει.

Εἶδον δὲ τὴν ἱστορίαν ταύτην ἐν τοῖς παραθαλασσίοις τόποις τῆς Συρίας 〈καὶ〉 τῆς Ἀσσυρίων χώρας.

Δενδρίτης λίθος ἐστὶν ὃς γινώσκεται ὑπὸ πολλῶν, παρόμοιος κοραλλίῳ. Οὗτος φύεται ἐν τῇ Ἰνδικῇ παρὰ τοὺς πετρώδεις τόπους τῆς θαλάσσης, ἔχων ὕψος ὡσεὶ δακτύλων ἕξ.

(f. 16 v.) Τῆς οὖν δρακοντίου βοτάνης τὸ σπέρμα φορούμενον ὀξυωπίαν παρέχει· κεφαλαλγίας ἀπαλλάσσει ἀλγούσας βραχύ.

Πτερὸν δὲ τοῦ ζώου μετ’ ὀλίγου 〈τῆς βοτάνης 〉 κεφαλαλγίαν καὶ ἡμικρανίαν ἀπαλλάσσει περιαπτόμενον.

Ὁμοίως πτερὸν τοῦ ζώου καὶ ὀλίγον τοῦ ἰχθύος κοπέντα καὶ λειωθέντα περιαπτόμενα πᾶσαν κεφαλαλγίαν ἰᾶται ταχέως.

Ἵνα οὖν μὴ πλανώμεθα πρὸς τὴν δυσπορίαν τοῦ μεγάλου δράκοντος, ἀλλὰ τὰ γινόμενὰ ἐστιν δρακόντια μικρά, ὡσεὶ παλαιστῶν δύο εἰς ὕψος ἰχθυώδη πιπρασκόμενα, τούτοις χρησόμεθα ἀντ’ ἐκείνων.

Πρὸς οὖν τὰς ἀλγηδόνας τῆς κεφαλῆς καὶ ἀρχὴν ἐλεφαντιάσεως, καὶ κελεφίας καὶ λευκασίας τὰς περὶ τὸ σῶμα (f. 17 r.) γιγνομένας, καὶ πᾶσαν τὴν κακίστην λέπραν, τὸ στέαρ τῶν δρακόντων μετὰ χυλοῦ τῆς βοτάνης κατάχριε πρωὶ καὶ ὀψέ.

Ἐὰν οὖν τις σφηνώνῃ τὴν νοσσιὰν τοῦ δενδροκολάπτου, φέρει βοτάνην αὐτὸς ἦν γινώσκει, καὶ προσαγαγὼν ἀνοίγει· εἰ μὲν γὰρ πηλῷ ἀποφράττεται, ὁ πηλὸς καὶ πεσεῖται· εἰ δὲ λίθῳ, ὁ λίθος πηδᾷ· εἰ δὲ σανίδι καὶ ἥλοις, ἐξηλωθὲν πεσεῖται· εἰ δὲ σιδηρῷ πετάλῳ καὶ ἥλοις, διαρραγήσονται· μόνον γὰρ παραθιγὼν ἐκεῖ τὴν βοτάνην ἀνοίξει ἅπαντα ταῦτα παραυτά, καὶ αἴρει τὰ νοσσιὰ αὐτοῦ. Ἐὰν οὖν τις τὴν βοτάνην ταύτην ἐπιτύχῃ, πρὸς πολλὰ ποιήσει ἃ οὐκ ἔξεστιν λαλεῖν, ὡς φύσις θειοτάτη, ἃ οὐδεὶς τελέσειεν ἀνδρῶν.

Ἐὰν τις γλύψῃ εἰς δενδρίτην λίθον τὸν δενδροκολάπτην (f. 17 v.), ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ δράκοντα θαλάσσιον, καὶ ὑποκατακλείσας τὴν εὑρισκομένην βοτάνην ὑπὸ τοῦ δενδροκολάπτου, καὶ φορήσει, πᾶσα θύρα αὐτῷ ἀνοιγήσεται καὶ δεσμοὺς καὶ κλεῖθρα λύσει· ἄγρια θηρία αὐτῷ ὑποταγήσεται καὶ ἡμερωθήσονται, ἀνθρώποις τε πᾶσιν ἔσται ἠγαπημένος καὶ εὐάκουστος, καὶ ὅπερ ἄν θέλῃ ἐπιτεύξεται, καὶ ὃ βούλεται περιγενήσεται.

Λέγετε δὲ καὶ τὸν ὕμνον εἰς τὸν τρισμέγιστον Ἑρμῆν, ὅς ἐστιν πάσης σοφίας καθηγητὴς καὶ λόγων ἡγούμενος, καὶ πᾶσης τέχνης σοφώτατος παροχεύς, καὶ ἀστέρων ὁ θαυμαστότατος.

Μακάρτατε θεῶν Ἑρμῆ, μέροψ ζῶόν ἐστιν θεῶν ἄγνωστον· αὐτῶν δ’ αὖ φύσις· γένος γὰρ ἀνδρῶν τις εὖρε τοῦτο; οὐδείς, ἀλλὰ πταίσει. Σὺ σοφὸς ὢν φέρων φρενήρης (f. 18 r.) μετέδωκας ἐν τῇ στήλῃ· ἥδε ἡ φύσις· φορῶν δὲ μαθήσεις τὰ

ἐν θεοῖς, ὄντα τε κλεῖθρα ἀνοίξεις καὶ δεσμοὺς λύσεις πάντας· θῆρας δὲ πάντας ἡμερώσεις, βουλήματι τοῦ ἐν οὐρανοῖς κῦμα δῖνον παύσεις ἀγριούμενον· ἅπας δὲ δαίμων φεύξεταί σε πάντοτε, ἀγαθὸς δὲ φανήσῃ πᾶσιν ἀνθρώποις μόνος.

Τραπήσομεν δὲ ἐφ’ ἑτέραν συμβουλίαν· εἰ δὲ ὡς εἰκὸς μὴ εὑρέθη ἡ βοτάνη εἰς τὴν νοσσιάν, ἀνοίξας ὑποκατάκλειε τῷ γεγλυμμένῳ λίθῳ ἀκρόπτερον τοῦ πτηνοῦ καὶ τὴν καρδίαν, καὶ κόκκωνα τοῦ σπέρματος τῆς δρακοντίου βοτάνης καὶ λίθον ἢ μύελον τοῦ ἰχθύος· οὗτος γὰρ φορούμενος ὀξυωπίαν παρέχει, καὶ κεφαλαλγίαν ἰᾶται, καὶ ἀπλῶς εὐπαθῇ ἕνεκεν τῆς κεφαλῆς (f. 18 v.) καὶ τῶν ὀφθαλμῶν ποιεῖ τὸν φοροῦντα· ἔτι δὲ καὶ ἐπιτευκτικὸν καὶ φοβερὸν παρὰ πᾶσιν ἀνθρώποις δείκνυσιν..