Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἐὰν δὲ πυρίτην λελειωμένον συνεπιθήσεις, βρονταὶ καὶ ἀστραπαὶ γενήσονται.

Ἐὰν δὲ γῆν ἀπὸ οἰκίας ἀνθρώπων συνεπιθήσεις, σεισμὸς γενήσεται τῷ τόπῳ.

Ὤμιδα δὲ ἐκάλεσαν τὴν μαινίδα διὰ τὸ ἔχειν αὐτὴν ἐν τοῖς ὤμοις μεγίστην δύναμιν. Ἔχεις γὰρ σκευὴν καταπλάσματος τοιαύτην· τῶν ὄντων ὀστέων ἐν τοῖς ὤμοις τῶν μαινίδων γο α′, μανδραγορίου μῆλα γο α′, ὑοσκυάμου σπέρματος γο α′, (f. 61 r.) ὀπίου γο α′, ῥόδων ξηρῶν γο α′, ἁλικακάβου τῶν φλοιῶν τῆς ῥίζης γο γ′, κολοφωνίαν μνᾶν α′, θείου γο α′. νίτρου γο α′· σκεύαζε ὡς ἐπίθεμα καὶ κατάπλασσε ὃν θέλεις, καὶ ταχέως ἀπαλλάξεις τῆς νόσου.

Ἐὰν δὲ ποιήσῃς τὸ κατάπλασμα ἡμέραν α′ ἐπικείμενον καὶ θελήσῃς ἄλλως βοηθῆσαι, οὐδὲν ὠφελήσει, οὐ γὰρ ὑπερβήσεται ἡμέρας ζ′· τοῦτό ἐστιν ἴαμα τῶν ὑποτεταμένων.

Ἐκλήθη δὲ μαινὶς διὰ τὸ ἔχειν σκευὴν μανίας τοιαύτην. Λαβὼν οὖν τῆς μαινίδος τοὺς ὀφθαλμοὺς βάλε εἰς οἴνου κοτύλην α′. (ἐν ἄλλῳ· ἐς σούσινον). Καὶ ἔα βρέχεσθαι ἐπὶ ἡμέρας ζ′. Εἶτα ἐπίβαλλε τῷ οἴνῳ κόκκους σπέρματος μανδραγούρου 〈 ο ιδ′, κυνοσβάτου (f. 61 v.) κόκκους ‹ο δ′, σκορπιούρου βοτάνης σπέρμα 〈ο δ′· ἕψε ἕως εἰς ἡμίσειαν ἔλθῃ, καὶ ἀποθέμενος χρῶ οὕτως.

Ἐὰν ἴδῃς τινὰ ἐντὸς μανίας ὄντα, δίδου αὐτῷ ἐκ τοῦ οἴνου ὅσον ‹ ο α′ μεθ’ ὕδατος θερμοῦ, καὶ σωθήσεται. Ἐν ἄλλῳ κοτύλην 〈α′〉 εἶχεν ἵνα διδῶται.

Ἐὰν δὲ πεπτωκότι καὶ μαινομένῳ δῴης μετ’ οἴνου πιεῖν, μανήσεται.

Ἐὰν δὲ μετὰ κολλουρίου οἵου δήποτε ἀνέσας δῷς ἐγχρίσασθαι, ὑποχυθεὶς τοὺς ὀφθαλμοὺς ἐντὸς ἡμερῶν ἑπτὰ μανήσεται.

Ὠταλγοῦντα δὲ ἐὰν ἐξ αὐτοῦ θεραπεύσῃς, κωφὸς γενήσεται.

Οἱ δὲ ἐν τῇ κεφαλῇ τῆς μαινίδος λίθοι λειωθέντες καὶ μετὰ χολῆς ἀλάβητος μέλαινος καὶ ἐγχρισθέντες ποιοῦσιν τὰ ἐν τῇ σκοτίᾳ φαίνεσθαι καὶ βλέπειν.

(f. 62 r.) Ἐὰν δὲ προσμίξῃς βραχὺ μάγνητος ζῶντος, καὶ ὀλίγον ὕδωρ ὄμβριον, ἐγχρισθεὶς τὰ ἐν οὐρανῷ καὶ ἐν ἀέρι θεωρήσει ἐπὶ ἡμέρας ἑπτά.

Γλύψον δὲ ἐν τῷ λίθῳ χελιδόνα, καὶ παρὰ τοὺς πόδας τὸν σκορπίον ἐπὶ τὴν μαινίδα ἐστῶτα, καὶ ὑπὸ τὸν λίθον ὑποκατάκλεισον τοὺς ὀφθαλμοὺς τοῦ σκορπίου καὶ τῆς μαινίδος, καὶ σκορπιούρου ῥιζίον, καὶ κατακλείσας φόρει· ἀποστρέφει γὰρ παντοίων ἰοβόλων ζῶον τετράπουν ἑρπετῶν καὶ πάντων ἑρπετῶν ἰοβόλων· καὶ πάντας ἐχθροὺς καὶ ἐπιβούλους ταπεινοῖ.

Ἐὰν δέ τις πληγῇ ἀπὸ σκορπίου, καὶ ἐν τῇ σφραγίδι σφραγίσῃ, τὴν πληγὴν παραυτὰ παύσεται.

Ἐὰν δὲ ἀπὸ μαινομένου κυνὸς δηχθῇ τις καὶ γενόμενος ὑδροφόβος τὸ ποτὸν μὴ λαμβάνῃ, (f. 62 v.) λαβὼν δὲ τὸν δακτύλιον βάλε εἰς ὕδωρ, καὶ δὸς πιεῖν, 〈καὶ〉 ὁ πιὼν σωθήσεται.

Ἐὰν δὲ πρὸ τοῦ μανῆναι δῴης προπιεῖν, οὐ μανήσεται.

Ἐὰν δὲ τῆς μαινίδος τὴν γλῶσσαν νεαρᾶς οὔσης δῴης τινὶ λειανθεῖσαν μεθ’ ὕδατος, βαλὼν [δὲ] δακτύλιον κάτω δῴης τινι μαινομένῳ, σωθήσεται· εἰ δὲ νήφοντι, μανήσεται. Τούτου λύσις· μαινίδα ὀπτὴν δὸς φαγεῖν· μανήσεται ἄνθρωπος ἀγνοῶν τὰ λεχθέντα ἅπαντα. Ὣς φράζει κυρανὶς θεία βροτοῖς.

Οὕτως ὁ Ἁρποκρατίων ἐνταῦθα τὴν βίβλον ἐπλήρωσεν· καὶ ἕτερον αὐτοῦ βιβλίον ἐκ τούτων τῶν λεγομένων κυρανίδων ἡμεῖς οὐχ εὕρομεν· ἀλλ’ ἐν τούτῳ μὲν ὅσον διεφώνει ὁ Ἁρποκρατίων πρὸς τὸν Κυρανόν, ἢ ἕτερος ἑτέρου,

ἅπαντα (f. 63 r.) κατὰ λόγον ἀναλεξάμενος ἐκ τῶν ἀμφοτέρων ὡς ὑποτέτακται, συνέταξα τὸ βιβλίον μηδενὸς καταφρονήσας λόγου. Νῦν δὲ μετελεύσομαι ἐπὶ τὰς τοῦ Κυρανοῦ ἑτέρας βίβλους ὅπως καὶ παρ’ αὐτῶν ὠφεληθῶμεν. Ἔλαβεν τέλος ἡ βίβλος τοῦ πανσέπτου καὶ παντάρχου: — Τέλος.