Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ὤκιμος, βοτάνη.

Ὠκύπτερος, πτηνόν.

Ὤμις θαλασσία.

Ὠκυτόκιος, λίθος.

Ὤκιμον, φυτὸν ἐδώδιμον, λαχανῶδες, πᾶσι γνωστόν, εὔοσμον.

Ὠκύπτερος, πτηνόν, σεβάσμιον ζῶον, ἡ κοινὴ χελιδών.

Ὤμις θαλασσία, ὅ ἐστι βεμβράς, ἄλλως δὲ λύημβρος, λεπτὸν ζῶον ἐσθιώμενον ὃ καλοῦσι μαινίδα

Ὠκυτόκιος (f. 58 r.) λίθος ἐστὶν ὁ μικρότερος 〈ἢ〉 ἀετίτης καὶ κρουόμενος. ἔστι δὲ λεῖος τῇ θέλξει.

Ἰστορήσαμεν δὲ περὶ τοῦ φυτοῦ τοῦ ὠκίμου καὶ ἔχει πράξεις μεγίστας. Ἐάν τις [αὐτὴν] μαστησάμενος τοῦτο τὸ φυτὸν νῆστις, ἀπλύτου αὐτοῦ ὄντος, καὶ θῇ ἐν ὑπαίθρῳ νύκτας ἑπτά, τοῦ ἡλίου μὴ ἐπιθεωρήσαντος, ἡμέρας μὲν συστελλομένου, νυκτὸς δὲ αἰθριαζομένου, εὑρήσει σκορπίον ἐπτασφόνδυλον, χλωρόν. Οὗτος ἐὰν τύψῃ τινά, τριταῖος φυσηθεὶς τεθνήξεται.

Ἐὰν δὲ αὐτὸν ἀποθεώσας ὕδατι ἢ οἴνῳ δῷς τινι πιεῖν, ὁ πιὼν ἐξανθήματα ἕξει περὶ ὅλον τὸ σῶμα, ἐκ δὲ (f. 58 v.) τούτων ἕλκη ἀνίατα.

Ἐὰν δὲ τρίψῃς τὸν αὐτὸν σκορπίον μετὰ σπέρματος σκορπιούρου βοτάνης

καὶ ποιήσῃς καταπότια, ξηράνας δὲ ἀποθῇς ἐν ὑελίνῳ ἀγγείῳ καὶ δῴης τινὶ ἐπιληψίᾳ πειραζομένῳ, οὐκέτι βλαβήσεται· δίδου δὲ ἐπὶ ἡμέρας ζ′ ἀνὰ τρία καταπότια νήστῃ εἰς εὔκρας· ἐὰν δὲ ὑγιαίνοντι δῴης, σεληνιασθεὶς οὐκέτι σωθήσεται.

Ἐὰν δὲ χυλοῦ τῆς ὠκίμου βοτάνης μετὰ κόπρου χελιδῶνος συγχρίσῃς, τετραΐζοντας ἀπαλλάξεις.

Ἐὰν δὲ πτερὸν χελιδῶνος καὶ ῥιζίον ὠκίμου δῴης κρατεῖν δυστοκούσῃ γυναικί, παραυτὰ τέξεται ἀκινδύνως.

(f. 59 r.) Πτερὸν δὲ τοῦ ζώου εἴπερ βάλλεις εἰς οἷον δήποτε μύρον, μεγίστην μοιρικὴν καὶ μεσιτείαν ἕξει ἀπὸ πάντων καὶ πασῶν.

Περὶ δὲ κοινοῦ σκορπίου οὐκ ἀποκρύψω διὰ τὴν πλάνην τῶν ἀσόφων. Πλάνη γάρ ἐστιν ἐν ἀέρι φυτουμένη. Ἐὰν γὰρ βάλλῃς τὸν κοινὸν σκορπίον εἰς ἔλαιον κοτύλην μίαν ἐν ἀποκρούσει σελήνης καὶ ἔχῃς ἀποκείμενον, συγχρίσῃς δέ τινος ῥάχιν, καὶ ἄκρον ποδῶν καὶ χειρῶν, τὴν δὲ ῥάχιν χρίῃς ἐπάνωθεν ἐκ τοῦ σπονδύλου [ἄχρι] ἕως κάτω καὶ τὸ μέτωπον καὶ τὴν κεφαλὴν πρὸ τῆς ὥρας τῆς ἐπισημασίας, τριταῖον, τεταρταῖον καὶ ἀμφημερινὸν τύπον ἰάσεις (f. 59 v.)· κουφίσεις δὲ καὶ σεληνιαζομένους καὶ δαιμονιζομένους.

Ἐὰν δὲ πτερὸν βάλῃς τοῦ πτηνοῦ εἰς ἔλαιον ἄλλο, καὶ συγχρίσῃς τὸν ἀπαλλαγέντα, ἐπανελεύσεται αὐτῷ τὸ πάθος, καὶ οὐ σωθήσεται.

Ὀπτὸς δὲ ὁ κοινὸς σκορπίος ἐσθιόμενος ὑπὸ λιθιώντων ποιεῖ αὐτοὺς ἐξουρεῖν τὸν λίθον ἀβασανίστως.

Κέντρον δὲ τοῦ σκορπίου καὶ τῆς ὠκίμου βοτάνης τὸ ἄκρον ἐν ᾧ ἐστιν τὸ σπέρμα καὶ χελιδῶνος καρδίαν περίαπτε ἐν ἐλαφίῳ δέρματι· σεληνιαζομένους τῆς μανίας ἀπαλλάξεις. Τοῦτο δὲ τὸ φυλακτήριον ἐξελαύνει καὶ τοὺς ἀπειθοῦντας ἐξελθεῖν δαίμονας.

Τὸν δὲ λίθον τὸν προδηλωθέντα λείωσον μετὰ χυλοῦ τῆς βοτάνης καὶ αἵματος τοῦ πτηνοῦ· (f. 60 r.) καὶ κεφαλὴν μίαν τῆς ὤμιδος καὶ ὀλίγον ὕδατος, καὶ ἔχε ἀποκείμενον ἐν ὑελίνῳ ἀγγείῳ, καὶ ὅτε θέλεις ἐπίδειξιν ποιῆσαι, μόλυνον τοὺς δακτύλους τῆς εὐωνύμου χειρὸς ἢ τῆς δεξιᾶς, καὶ ἅψεις οἵου θελέσεις ἰσχυρο τάτου λίθου ἢ ξύλου, ἢ ὀστέου, καὶ θραυσθήσεται παραυτίκα ὥστε δοκεῖν τοὺς παρατυχόντας μάγον σε εἶναι.

Θειοτάτην δέ, ἔφη ὁ Ἁρποκρατίων, καὶ δεικτικὴν εἴδομεν πρᾶξιν ἐν μητροπόλει γεναμένην τῆς Βαβυλωνίας χώρας.

Ἐὰν γάρ τις ἐπιούσης τῆς ὤμιδος ἐπ’ ἀνθράκων ἀκάπνων τὴν κεφαλὴν ἐπιθήσει ἐπὶ δωμάτων καθαροῦ ὄντος τοῦ ἀέρος, νυκτός, ἰδίας ποιήσει συνδρομὰς πάντων τῶν φαινομένων ἀστέρων.

Ἐὰν δὲ ἐν πανσελήνῳ (f. 60 v.) βάλῃ τις τὴν κεφαλὴν τοῦ ζώου ἐντὸς ἰσχάδος, καὶ ἐπιθήσει τῷ πυρὶ ὀψίας τοῦ ἀέρος ἡσυχάζοντος, ὄψει οὖν τὸν δίσκον τῆς σελήνης ὡς ἐπὶ τὸ ἥμισυ τοῦ οὐρανοῦ.

Ἐὰν δὲ μίξῃς μετ’ αὐτῶν βραχύ τι ἀπὸ ἀστέρος θαλασσίου, ἴδοις ἂν παμμεγεθὲς γινόμενον τὸ στοιχεῖον καὶ ἑστὼς παρὰ τοὺς πόδας σου.