Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Α. Ἄμπελος λευκή.

Β. Ἀετός, πτηνόν.

Γ. Ἀετίτης, λίθος.

Δ. Ἀετός, ἰχθὺς ἀλέπιδος καὶ οὗτος θαλάσσιος.

Ἄμπελος λευκὴ ἱερωτάτη, ἡ πρώτη καὶ θαυμαστὴ βοτάνη, ἥτις ἡ θεία ἡ λεγομένη βρυωνία. Ἀετὸς ἄρσην, βασιλεὺς πτηνῶν πάντων. Ἀετίτης, λίθος ἔγκυος ὁ κτυπῶν. Ἀετός, ἰχθὺς ἀλέπιδος παρόμοιος ἱέρακος, μελανώτερος δὲ, ἐοικὼς κατὰ πάντα τρυγόνι.

Τῆς μὲν βοτανῆς ἡ ῥίζα περιαπτομένη τῷ (f. 4 v.) τραχήλῳ σπαστικοὺς καὶ ἐπιληπτικοὺς ἰᾶται· τῶν δὲ φύλλων ὁ χυλός, ὅσον κύαθος εἷς δωθεὶς τινί, δυσεντερίᾳ περιελημμένους ἀπαλλάξει.

Ὑγιὴς δέ τις βουλόμενος πολυποσιᾴ χρήσασθαι τοῦ χυλοῦ τῶν φύλλων οὐγγ.

α′. μετὰ ὄξους νήστης ἴσου τοῦ χυλοῦ πιών, ἀχόρταστος ἔσται ὡς μὴ γινώσκειν ὅτι πίνει.

Ἐὰν δὲ καὶ τὸν λίθον τὸν ἐν τῇ κεφαλῇ τοῦ ἰχθύος μετ’ ἀκράτου πίῃ, οὐκ αἰσθήσεται τὸ σύνολον ὅτι πίνει.

Ἐὰν δὲ φορῇ περὶ τὸν τράχηλον χωρὶς τῆς βοτάνης ἀκράτου κεράμιον, πιὼν οὐκ αἰσθήσεται.

Τὸν δὲ αὐτὸν λίθον τοῦ ἰχθύος, 〈ἐὰν〉 μετ’ ἀκράτου λείωσας πίῃ, οὐκ αἰσθήσεται (f. 6 r.) τὸ σύνολον ὅτι πίνει.

Γίγαρτα δὲ ἐκ τῶν πεπιεσμένων βοτρύων λειωθέντα μετὰ βραχέος τοῦ προειρημένου λίθου διδόμενα ἐν πότῳ τοῖς παραλυθεῖσι τὸ οἰδοῖον, πολλὴν ἔντασιν παρέξει, ἀλλὰ καὶ τοῖς μὴ δυναμένοις τὴν μίξιν · ἀποτελεῖν ὑγιὲς ἔσται. Τοῦτο δὲ Θεὸς αὐτὸς κατέδειξε σῶμα θνητὸν μὴ ἀπορήσῃ.

Οἴνου δὲ λευκοῦ κοτύλας γ′ μετὰ βοτάνης βλαστῶν μ′, καὶ ῥοῦ βυρσοδεψικοῦ οὐγγ. γ′ ἑψούμενα ἕως κοτύλη μία γένηται, δυσεντερικούς, λειεντερικοὺς καὶ ὅσα τοιαῦτα παύσει πινόμενος.

Παύει δὲ κώλου παντοῖα πάθη ἀπόζεμα τῶν φύλλων μετὰ μέλιτος ὀλίγου πινόμενος· (f. 6 v.) ἐὰν δὲ καὶ βραχὺ τοῦ λίθου μίξῃς, οὐκέτι ἐπαυξήσει ἢ ἐπανήξει τὸ πάθος.

Γυναικὸς οὖν εἶδον ὀστέα τεθραυσμένα· καὶ ἐθαύμασα θεραπευόμενα, μαθὼν οὕτως ὡς ἦν ἐτῶν κε′, ἀπόνως, λαμπρὰ καὶ θειοτάτη φύσις· οὔτε μὲν γὰρ χεῖρας ἐκίνει, ἀλλ’ ἐσέσηπτο ἡ σάρξ, οὔτε δὲ αἴσθεσίν τινα εἶχεν. Ἔμελλεν οὖν καὶ τὰ λοιπὰ ὀστέα τεθραῦσθαι. Ἐν ταύτῃ τῇ ἱερᾷ βίβλῳ εὗρον οὕτως· τῶν φύλλων τῆς βοτάνης χυλοῦ καὶ ἶσον οἴνου λευκοῦ ἀναμίξας, δίδου πιεῖν ἐπὶ ἡμέρας ἑπτά, και σωθήσεται.

Καὶ ὁ λίθος δὲ ὁ ἀετίτης περιαπτόμενος καὶ ὁ ἰχθὺς ἐσθιόμενος τὸ αὐτὸ ποιεῖ. Τοῦτο θεοῦ δῶρον ἀμετάδοτον, ὥστε ἰδίῳ τέκνῳ μὴ μεταδοῦναι.