Apocalypsis Enochi

Liber Enoch

Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.

* * * * * * * * * εἰς βοῤὁᾶν πρὸς ἀνατολὰς τεθέαμαι ἑπτὰ ὄρη πλήρη νάρδου χρηστοῦ καὶ σχίνου καὶ κινναμώμου καὶ πιπέρεως.

καὶ ἐκεῖθεν ἐφώδευσα ἐπὶ † Τασαρχας, πάντων τῶν τούτων μακρὰν ἀπέχων πρὸς ἀνατολὰς τῆς τῆς καὶ διέβην ἐπάνω τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ᾠχόμην ἐπ’ † Ακρων καὶ ἀπὸ τούτου διέβην ἐπάνω τοῦ Ζωτιήλ.

καὶ ἦλθον πρὸς τὸν παράδεισον τῆς δικαιοσύνης καὶ εἶδον μακρόθεν τῶν δένδρων τούτων δένδρα πλείονα καὶ μεγάλα φυόμενα ἐκεῖ † μεγάλα σφόδρα καλὰ καὶ ἔνδοξα καὶ μεγαλοπρεπῆ καὶ τὸ δένδρον τῆς φρονήσεως, οὗ ἐσθίουσιν ἁγίου τοῦ αὐτοῦ καὶ ἐπίστανται φρόνησιν μεγάλην.