Apocalypsis Enochi

Liber Enoch

Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.

Καὶ ἐφώδευσα ἕως τῆς ἀκατασκευάστου

κἀκεῖ ἔργον φοβερόν· φοβερόν· ἑώρακα οὔτε οὐρανὸν ἐπάνω τεθεμελιωμέην, ἀλλὰ τόπον ἀκατασκεύαστον καὶ φοβερόν.

καὶ ἐκεῖ τεθέαμαι ἑπτὰ τῶν ἀστέρων τοῦ οὐρανοῦ δεδεμένους καὶ ἐριμμένους ἐν αὐτῷ, ὁμοίους ὄρεσιν μεγάλοις καὶ ἐν πυρὶ καιομένους.

τότε εἶπον· διὰ ποίαν αἰτίαν ἐπεδήθησαν; καὶ διὰ τί ἐρίφησαν;

τότε εἶπέν μοι Οὐριῆλ ὁ εἷς τῶν ἁγίων μετ’ ἐμοῦ ἦν καὶ αὐτὸς ἡγεῖτο αὐτῶν, καὶ εἶπέν μοι· Ἐνώχ, τίνος ἐρωτᾷς, ἢ περὶ τίνος τὴν ἀλλήθειαν φιλοσπουδεῖς;

οὗτοί εἰσιν τῶν ἀστέρων τοῦ οὐρανοῦ οἱ παραβάντες τὴν ἐπιταγὴν τοῦ κυρίου καὶ ἐδέθησαν ὡδε μέχρι τοῦ πληρῶσαι μύρια ἔτη, τὸν τῶν ἁμαρτημάτων αὐτῶν.

κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τούτου φοβερώτερον καὶ τεθέαμαι ἔργα φοβερά, πῦρ μέγα ἐκεῖ καιόμενον καὶ φλεγόμενον, καὶ διακοπὴν εἶχεν ὁ τόπος ἕως τῆς ἀβύσσου πλήρης στύλων πυρὸς μεγάλων καταφερομένων. οὔτε μέτρον οὔτε πλάτος ἠδυνήθην ἰδεῖν οὐδὲ εἰκάσαι.

τότε εἶπον· ὡς φοβερὸς ὁ τόπος οὗτος καὶ ὡς δεινὸς τῇ ὁράσει.

τότε ἀπεκρίθη μοι <Οὐριὴλ> ὁ εἷς τῶν ἁγίων ἀγγέλων, ὃς μετ’ ἐμοῦ ἦν, καὶ εἶπέν μοι· Ἐνώχ, ἐφοβήθης οὕτως καὶ ἐπτοήθης; καὶ ἀπεκρίθην· περὶ περὶ <τοῦ τόπου> τούτου τοῦ φοβεροῦ καὶ περὶ τῆς προσόψεως τῆς δεινῆς.

καὶ εἶπεν· οὗτος ὁ τόπος δεσμωτήριον ἀγγέλων. ὧδε συνσχεθήσονται αἰῶνος τῶν αἰώνων.