Apocalypsis Enochi
Liber Enoch
Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.
Καὶ παραλαβόντες με εἴς τινα τόπον ἀπήγαγον, ἐν ᾦ οἱ ὄντες ἐκεῖ γίνονται ὡς πῦρ φλέγον καί, ὅταν θέλωσιν, φαίνονται ὡσεὶ ἄνθρωποι.
καὶ ἀπήγαγόν με εἰς ζοφώδη τόπον καὶ εἰς ὄρος, οὗ ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν.
καὶ εἶδον τόπον τῶν φωστήρων καὶ τοὺς θησαυροὺς τῶν ἀστέρων καὶ τῶν βροντῶν καὶ εἰς τὰ † αεροβαθη, ὄπου τόξον πυρὸς καὶ τὰ βέλη, καὶ τὰς θήκας αὐτῶν καὶ τὰς ἀστραπὰς πάσας.
καὶ ἀπήγαγόν με μέχρι ὑδάτων ζώντων καὶ μέχρι πυρὸς δύσεως, ὅ ἐστιν καὶ παρέχον πάσας τὰς δύσεις τοῦ ἡλίου.