Apocalypsis Enochi
Liber Enoch
The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.
5 Τε θέομαι ἀνθρώπους νεκροὺς ἐντυγχάνοντας, καὶ ἡ φωνὴ αὐτοῦ μέχρι τοῦ οὐρανοῦ προέβαινεν καὶ ἐνετύγχανεν.
⁶καὶ ἠρώτησα Ῥαφαὴλ τὸν ἄγγελον ὃς μετʼ ἐμοῦ ἤν, καὶ εἶπα αὐτῷ Τοῦτο τὸ πνεῦμα τὸ ἐντυγχάνον τίνος ἐστίν, δι᾿ ὃ οὕτως ἡ φωνὴ αὐτοῦ προβαίνει καὶ ἐντυγχάνει ἕως τοῦ οὐρανοῦ;
⁷καὶ ἀπεκρίθη μοι λέγων Τοῦτο τὸ πνεῦμά ἐστιν τὸ ἐξελθὸν ἀπὸ Ἅβελ ὃν ἐφόνευσε Κάειν ὁ ἀδελφός, καὶ Ἅβελ ἐντυγχάνει περὶ αὐτοῦ μέχρι τοῦ ἀπολέσαι τὸ σπέρμα αὐτοῦ ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ σπέρματος τῶν ἀνθρώπων ἀφανισθῇ τὸ σπέρμα αὐτοῦ.
8 Τότε ἠρώτησα περὶ τῶν κυκλωμάτων πάντων, διὰ τί ἐχωρίσθησαν ἔν ἀπὸ τοῦ ἑνός.
⁹καὶ ἀπεκρίθη μοι λέγων Οὗτοι οἱ τρεῖς ἐποιήθησαν χωρίζεσθαι τὰ πνεύματα τῶν νεκρῶν· καὶ οὕτως ἐχωρίσθη εἰς τὰ πνεύματα τῶν δικαίων, οὗ ἡ πηγὴ τοῦ ὕδατος ἐν αὐτῷ φωτινή·
¹⁰καὶ οὕτως ἐκτίσθη τῶν ἁμαρτωλῶν, ὅταν ἀποθάνωσιν καὶ ταφῶσιν εἰς τὴν γῆν, καὶ κρίσις οὐκ ἐγενήθη ἐπʼ αὐτῶν ἐν τῇ ζωῇ αὐτῶν,