Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ ἠλεημένῃ ὑπὸ θεοῦ, ἐκλελεγμένῃ ὑπὸ Χριστοῦ, παροικούσῃ ἐν Συρίᾳ καὶ πρώτῃ Χριστοῦ ἐπωνυμίαν λαβούσῃ, τῇ ἐν Ἀντιοχείᾳ, ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ χαίρειν.

I. Ἐλαφρά μοι καὶ κοῦφα τὰ δεσμὰ ὁ κύριος πεποίηκεν μαθόντι εἰρηνεύειν ὑμᾶς καὶ ἐν πάσῃ ὁμονοίᾳ σαρκικῇ τε καὶ πνευματικῇ διάγειν.

2. παρακαλῶ οὖν ὑμᾶς, ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε, φυλαττόμενοι τὰς εἰσκωμασάσας αἱρέσεις τοῦ πονηροῦ ἐπ’ ἀπάτῃ καὶ ἀπωλείᾳ τῶν πειθομένων αὐτῷ, προσέχειν δὲ τῇ τῶν ἀποστόλων διδαχῇ καὶ νόμῳ καὶ προφήταις πιστεύειν, πᾶσαν ἰουδαϊκὴν καὶ ἑλληνικὴν ἀπορρίψαι πλάνην καὶ μήτε πλῆθος θεῶν ἐπεισάγειν μήτε τὸν Χριστὸν ἀρνεῖσθαι προφάσει τοῦ ἑνὸς θεοῦ.