Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

3. ὁ τιμῶν ἐπίσκοπον ὑπὸ θεοῦ τιμηθήσεται, ὥσπερ οὖν ὁ ἀτιμάζων αὐτὸν ὑπὸ θεοῦ κολασθήσεται. εἰ γὰρ ὁ βασιλεῦσιν ἐπεγειρόμενος κολάσεως ἄξιος δικαίως γενήσεται ὥς γε παραλύων τὴν κοινὴν εὐνομίαν, πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ ἄνευ ἐπισκόπου τι ποιεῖν προαιρούμενος καὶ τὴν ὁμόνοιαν διασπῶν καὶ τὴν εὐταξίαν συγχέων; ἱερωσύνη γάρ ἐστιν τὸ πάντων ἀγαθῶν ἐν ἀνθρώποις ἀναβεβηκός,

ἧς ὁ καταμανεὶς οὐκ ἄνθρωπον ἀτιμάζει, ἀλλὰ θεὸν καὶ Χριστὸν Ἰησοῦν, τὸν πρωτότοκον καὶ μόνον τῇ φύσει τοῦ πατρὸς ἀρχιερέα.

4. πάντα οὖν ὑμῖν μετ’ εὐταξίας ἐπιτελείσθω ἐν Χριστῷ· οἱ λαϊκοὶ τοῖς διακόνοις ὑποτασσέσθωσαν, οἱ διάκονοι τοῖς πρεσβυτέροις, οἱ πρεσβύτεροι τῷ ἐπισκόπῳ, ὁ ἐπίσκοπος τῷ Χριστῷ, ὡς αὐτὸς τῷ πατρί.

5. καθά με ἀνεπαύσατε, ἀδελφοί, καὶ ὑμᾶς Ἰησοῦς ὁ Χριστός. ἀπόντα με καὶ παρόντα ἠγαπήσατε· ἀμείψεται ὑμᾶς ὁ θεός, δι’ ὃν ταῦτα εἰς τὸν δέσμιον αὐτοῦ ἐνδείξασθε. εἰ γὰρ καὶ μὴ εἰμι ἱκανός, ἀλλὰ τὸ τῆς προθυμίας ὑμῶν μέγα. ὁ τιμῶν γὰρ προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· δηλονότι καὶ ὁ τιμῶν δέσμιον Ἰησοῦ Χριστοῦ μαρτύρων λήψεται μισθόν.