Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

IX. Καλοὶ μὲν οἱ ἱερεῖς καὶ οἱ τοῦ λόγου διάκονοι, κρείσσων δὲ ὁ ἀρχιερεὺς ὁ πεπιστευμένος τὰ ἅγια τῶν ἁγίων, ὃς μόνος πεπίστευται τὰ κρυπτὰ τοῦ θεοῦ. καλαὶ αἱ λειτουργικαὶ τοῦ θεοῦ δυνάμεις.

2. καλὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὅ ἐστιν ὑπὲρ πάντα τὰ ἅγια ἁγιώτατον καὶ τοῦ λόγου διάκονος. ὑπὲρ πάντας δὲ τοὺς ἁγίους ὁ ἁγιώτατός ἐστιν ὁ ἀρχιερεύς, ὁ ὢν ἄγγελος καὶ διάκονος τοῦ πατρὸς καὶ ἄρχων τῶν λεγεώνων τῆς στρατιᾶς τῆς ἐπουρανίου, δι’ οὗ ὁ πατὴρ τὰ πάντα πεποίηκεν καὶ τῶν ὅλων προνοεῖ· οὗτός ἐστιν ἡ πρὸς τὸν πατέρα ἄγουσα ὁδός, ἡ πέτρα, ὁ φραγμός, ἡ κλείς, ὁ ποιμήν, τὸ ἱερεῖον, ἡ θύρα τῆς γνώσεως, δι’ ἧς εἰσῆλθον Ἀβραὰμ καὶ

Ἱσαάκ καὶ Ἰακώβ, Μωσῆς καὶ ὁ σύμπας τῶν προφητῶν χορὸς καὶ οἱ στῦλοι τοῦ κόσμου, οἱ ἀπόστολοι, καὶ ἡ νύμφη τοῦ Χριστοῦ, ὑπὲρ ἧς φερνῆς λόγῳ ἐξέχεεν τὸ οἰκεῖον αἷμα, ἵνα αὐτὴν ἐξαγοράσῃ. πάντα ταῦτα εἰς ἑνότητα τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ θεοῦ.

3. ἐξαίρετον δέ τι ἔχει τὸ εὐαγγέλιον, τήν παρουσίαν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ πάθος, αὐτὴν τὴν ἀνάστασιν. ἃ γὰρ οἱ προφῆται κατήγγελλον λέγοντες· Ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν, ταῦτα ἐν τῷ εὐαγγελίῳ πεπλήρωται· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. πάντα οὖν ὁμοῦ καλά, ὁ νόμος, οἱ προφῆται, οἱ ἀπόστολοι, τὸ πᾶν συνάθροισμα τὸ δι’ αὐτῶν πιστεῦσαν· μόνον ἐὰν ἀγαπῶμεν ἀλλήλους.