Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

VI. Ἐάν τις θεὸν νόμου καὶ προφητῶν κηρύττῃ ἕνα, Χριστὸν δὲ ἀρνῆται υἱὸν εἶναι θεοῦ, ψεύστης ἐστίν. ὡς καὶ ὁ πατὴρ αὐτοῦ ὁ διάβολος, καὶ ἔστιν ὁ τοιοῦτος τῆς κάτω περιτομῆς ψευδοϊουδαίος.

2. ἐάν τις ὁμολογῇ Χριστὸν Ἰησοῦν κύριον, ἀρνῆται δὲ τὸν θεὸν τοῦ νόμου καὶ τῶν προφητῶν, οὐκ εἶναι λέγων τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν πατέρα τοῦ Χριστοῦ, ὁ τοιοῦτος ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὡς καὶ ὁ πατὴρ αὐτοῦ ὁ διάβολος, καὶ ἔστιν ὁ τοιοῦτος Σίμωνος τοῦ μάγου, ἀλλ’ οὐ τοῦ ἁγίου πνεύματος μαθητής.

3. ἐάν τις λέγῃ μὲν ἕνα θεόν, ὁμολογῇ δὲ καὶ Χρι στὸν Ἰησοῦν, ψιλὸν δὲ ἄνθρωπον εἶναι νομίζῃ τὸν κύριον, οὐχὶ θεὸν μονογενῆ καὶ σοφίαν καὶ λόγον θεοῦ, ἀλλ’ ἐκ ψυχῆς καὶ

σώματος αὐτὸν εἶναι νομίζῃ, ὁ τοιοῦτος ὄφις ἐστίν, ἀπάτην καὶ πλάνην κηρύττων ἐπ’ ἀπωλείᾳ ἀνθρώπων, καὶ ἔστιν ὁ τοιοῦτος πένης τὴν διάνοιαν ὡς ἐπίκλην Ἐβίων.

4. ἐάν τις ταῦτα μὲν ὁμολογῇ, φθορὰν δὲ καὶ μολυσμὸν καλῇ τὴν νόμιμον μίξιν καὶ τὴν τῶν παίδων γένεσιν ἡ τινα τῶν βρωμάτων βδελυκτά, ὁ τοιοῦτος ἔνοικον ἔχει τὸν δράκοντα τὸν ἀποστάτην.