Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

IV. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. διὸ καὶ θαρρῶν γράφω τῇ ἀξιοθέῳ ἀγάπῃ ὑμῶν, παρακαλῶν ὑμᾶς μιᾷ πίστει καὶ ἑνὶ κηρύγματι καὶ μιᾷ εὐχαριστίᾳ χρῆσθαι· μία γάρ ἐστιν ἡ σὰρξ τοῦ κυρίου Ἰησοῦ καὶ ἓν αὐτοῦ τὸ αἷμα τὸ ὑπὲρ ἡμῶν ἐκχυθέν (εἷς γὰρ ἄρτος τοῖς πᾶσιν ἐθρύφθη καὶ ἕν ποτήριον τοῖς ὅλοις διενεμήθη), ἕν θυσιαστήριον πάσῃ τῇ ἐκκλησίᾳ καὶ εἷς ἐπίσκοπος ἅμα τῷ πρεσβυτερίῳ καὶ τοῖς διακόνοις, τοῖς συνδούλοις μου.

2. ἐπείπερ καὶ εἷς ἀγέννητος, ὁ θεὸς καὶ πατήρ, καὶ εἷς μονογενὴς υἱός, θεὸς λόγος καὶ ἄνθρωπος, καὶ εἷς ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ἓν δὲ καὶ τὸ κήρυγμα καὶ ἡ πίστις μία καὶ τὸ βάπτισμα ἓν καὶ μία ἡ ἐκκλησία, ἣν ἱδρύσαντο οἱ ἅγιοι ἀπόστολοι ἀπὸ περάτων ἕως περάτων ἐν τῷ αἵματι τοῦ Χριστοῦ οἰκείοις ἱδρῶσι καὶ πόνοις.

3. καὶ ὑμᾶς οὖν χρὴ ὡς λαὸν περιούσιον καὶ ἔθνος ἅγιον ἐν ὁμονοίᾳ πάντα ἐν Χριστῷ ἐπιτελεῖν. αἱ γυναῖκες τοῖς ἀνδράσιν ὑποτάγητε ἐν φόβῳ θεοῦ· αἱ παρθένοι τῷ Χριστῷ ἐν ἀφθαρσίᾳ, οὐ βδελυσσόμεναι γάμον, ἀλλὰ τοῦ κρείσσονος ἐφιέμεναι,

οὐκ ἐπὶ διαβολῇ συναφείας, ἀλλ’ ἕνεκα τῆς τῶν νόμων μελέτης. τὰ τέκνα πειθαρχεῖτε τοῖς γονεῦσιν ὑμῶν καὶ στέργετε αὐτοὺς ὡς συνεργοὺς θεοῦ εἰς τὴν ὑμετέραν γέννησιν. οἱ δοῦλοι ὑποτάγητε τοῖς κυρίοις ἐν θεῷ, ἵνα Χριστοῦ ἀπελεύθεροι γένησθε. οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ὑμῶν ὡς ὁμοδούλους θεῷ, ὡς οἰκεῖον σῶμα, ὡς κοινωνοὺς βίου καὶ συνεργοὺς τεκνογονίας. αἱ παρθένοι μόνον τὸν Χριστὸν πρὸ ὀφθαλμῶν ἔχετε καὶ τὸν αὐτοῦ πατέρα ἐν ταῖς ψυχαῖς φωτιζόμεναι ὑπὸ τοῦ πνεύματος.

4. ὀναίμην ὑμῶν τῆς ἁγιωσύνης ὡς Ἠλία, ὡς Ἰησοῦ τοῦ Ναυῆ, ὡς Μελχισεδέκ, ὡς Ἐλισσαίου, ὡς Ἱερεμίου, ὡς τοῦ βαπτιστοῦ Ἰωάννου, ὡς τοῦ ἀγαπημένου μαθητοῦ, ὡς Τιμοθέου, ὡς Τίτου, ὡς Εὐοδίου, ὡς Κλήμεντος, τῶν ἐν ἁγνείᾳ ἐξελθόντων τὸν βίον.

5. οὐ ψέγων τοὺς λοιποὺς μακαρίους, ὅτι γάμοις προσωμίλησαν, τούτων ἐμήσθην ἄρτι (εὔχομαι γὰρ ἄξιος θεοῦ εὑρεθεὶς πρὸς τοῖς ἴχνεσιν αὐτῶν εὑρεθῆναι ἐν τῇ βασιλείᾳ ὡς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὡς Ἰωσὴφ καὶ Ἡσαΐου καὶ τῶν ἄλλων προφητῶν, ὡς Πέτρου καὶ Παύλου καὶ τῶν ἄλλων ἀποστόλων τῶν γάμοις

προσομιλησάντων), ἀλλ’ ὑπὸ προθυμίας τῆς περὶ τὸ πρᾶγμα ἐπ’ ἐννοίας αὐτὸς ἔσχον ἐκείνους.

6. οἱ πατέρες ἐκτρέφετε τοὺς ἑαυτῶν παῖδας ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου, καὶ διδάσκετε αὐτοὺς τὰ ἱερὰ γράμματα καὶ τέχνας πρὸς τὸ μὴ ἀργίᾳ χαίρειν. καλῶς δέ, φησίν, ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ υἱῷ συνετῷ εὐφρανθήσεται ἡ καρδία αὐτοῦ. οἱ κύριοι εὐμενῶς τοῖς οἰκέταις προσέχετε, ὡς ὁ ἅγιος Ἰὼβ ἐδίδαξεν· μία γὰρ 〈ἡ〉 φύσις καὶ ἓν τὸ γένος τῆς ἀνθρωπότητος· ἐν γὰρ Χριστῷ οὔτε δοῦλος οὔτε ἐλεύθερος.

7. οἱ ἄρχοντες πειθαρχείτωσαν τῷ καίσαρι, οἱ στρατιῶται τοῖς ἄρχουσιν· οἱ διάκονοι τοῖς πρεσβυτέροις ὡς ἱερεῦσιν, οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ ὁ λοιπὸς κλῆρος ἅμα παντὶ τῷ λαῷ καὶ τοῖς στρατιώταις καὶ τοῖς ἄρχουσι καὶ τῷ καίσαρι τῷ ἐπισκόπῳ, ὁ ἐπίσκοπος τῷ Χριστῷ, ὡς ὁ Χριστὸς τῷ πατρί· καὶ οὕτως ἡ ἑνότης διὰ πάντων σώζεται.

8. ἔστωσαν δὲ καὶ αἱ χήραι μὴ ῥεμβοί, μὴ λίχνοι, μὴ περιτροχάδες, ἀλλ’ ὡς Ἰουδὶθ ἡ σεμνοτάτῃ, ὡς ἡ Ἄννα ἡ σωφρονεστάτη. ταῦτα οὐχ ὡς ἀπόστολος διατάσσομαι (τίς γάρ εἰμι ἐγώ, ἢ τίς ὁ οἶκος τοῦ πατρός μου, ἵνα ἰσότιμον ἑαυτὸν ἐκείνων εἴπω;), ἀλλ’ ὡς συστρατιώτης ὑμῶν ὑποφωνητοῦ τάξιν ἐπέχων.