Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

IX. Πάλιν εἶδες ἄνθρωπον τεσσαράκοντα ἡμέρας καὶ νύκτας ἄγευστον μείναντα τροφῆς ἀνθρωπίνης, ἀγγέλους διακονοῦντας, οὓς καὶ ἔφριττες, ἰδὼν πρῶτον ὡς κοινὸν ἄνθρωπον βαπτιζόμενον καὶ τὴν αἰτίαν ἀγνοῶν· μετὰ δὲ τὴν νηστείαν πεινῶντι κατεθάρσεις πάλιν καὶ ἐπείραζες ὡς κοινὸν ἄνθρωπον, ἀγνοῶν, ὅστις εἴη.

2. ἔλεγες γάρ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. τὸ γὰρ εἰ υἱὸς εἶ τοῦ θεοῦ ἀγνοίας ἐστίν· εἰ γὰρ ὄντως ἐγίνωσκες, ἠπίστω, ὅτι δημιουργῷ καὶ τὸ μὴ ὂν ποιῆσαι καὶ τὸ ὂν μεταβαλεῖν ἐπ’ ἴσης δυνατόν.

3. καὶ διὰ γαστρὸς πειράζεις τὸν τρέφοντα πάντας τοὺς τροφῆς δεομένους, καὶ πειράζεις τὸν τῆς δόξης κύριον, ἐπιλαθόμενος ἐκ κακονοίας, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι

ἐκπορευομένῳ διὰ στόματος θεοῦ.

4. εἰ γὰρ ᾔδεις, ὅτι υἱὸς θεοῦ ἦν, ἐγίνωσκες ἄν, ὅτι ὁ ἐν τεσσαράκοντα ἡμέραις καὶ ἰσαρίθμοις νυξὶν ἀνενδεὲς ποιήσας τὸ φθαρτὸν σῶμα καὶ εἰς τὸ διηνεκὲς ἐδύνατο τοῦτο ποιῆσαι. διὰ τί οὖν πεινᾷ; ἵνα δείξῃ, ὅτι κατ’ ἀλήθειαν ἀνέλαβε σῶμα ὁμοιοπαθὲς ἀνθρώποις. διὰ μὲν τοῦ πρώτου ἔδειξεν, ὅτι θεός, διὰ δὲ τοῦ δευτέρου, ὅτι καὶ ἄνθρωπος.