Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

VI. Πῶς δὲ οὐχ οὗτος θεός, ὁ νεκροὺς ἀνιστῶν, χωλοὺς ἀρτίους ἀποστέλλων, λεπροὺς καθαρίζων, τυφλοὺς ὀμματῶν, τὰ ὄντα ἢ αὔξων ἢ μεταβάλλων ὡς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας καὶ τὸ ὕδωρ εἰς οἶνον, τὸν δὲ σὸν στρατὸν ῥήματι μόνον φυγαδεύων;

2. τί δὲ κακίζεις τὴν φύσιν τῆς παρθένου καὶ τὰ μόρια ἀποκαλεῖς αἰσχρά, πάλαι ταῦτα πομπεύων καὶ γυμνοῦσθαι κελεύων ἄρρενας μὲν εἰς ὄψιν θηλειῶν, θηλείας δὲ εἰς ἀκόλαστον ἐπιθυμίαν ἀρρένων;

3. νῦν αἰσχρά σοι ταῦτα νενόμισται, καὶ σεμνὸς εἶναι προσποιῇ, σὺ τὸ τῆς πορνείας πνεῦμα, ἀγνοῶν, ὅτι τότε γίνεται αἰσχρόν τι, ὅταν παρανομίᾳ ῥυπανθῇ, ἁμαρτίας δὲ ἀπούσης οὐδὲν τῶν γενομένων αἰσχρόν, οὐδὲν φαῦλον, ἀλλὰ πάντα καλὰ λίαν· καὶ σὺ μὴ βλέπων κακίζεις αὐτά;