Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

III. Εἰς γὰρ ὁ ἐνανθρωπήσας, οὔτε ὁ πατὴρ οὔτε ὁ παράκλητος, ἀλλὰ μόνον ὁ υἱός, οὐ δοκήσει, οὐ φαντασίᾳ ἀλλ’ ἀληθείᾳ· ὁ λόγος γὰρ σὰρξ ἐγένετο, ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.

2. καὶ ἐγεννήθη ὡς ἄνθρωπος ὁ θεὸς λόγος μετὰ σώματος ἐκ τῆς παρθένου ἄνευ ὁμιλίας ἀνδρός· ἡ παρθένος γὰρ ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν. ἀληθῶς οὖν ἐγεννήθη, ἀληθῶς

ηὐξήθη, ἀληθῶς ἔφαγεν καὶ ἔπιεν, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανεν καὶ ἀνέστη.

3. ὁ ταῦτα πιστεύσας, ὡς ἔχει, ὡς γεγένηται, μακάριος· ὁ ταῦτα μὴ πιστεύσας ἐναγής, οὐχ ἧττον τῶν τὸν κύριον σταυρωσάντων. ὁ γὰρ ἄρχων τοῦ κόσμου τούτου χαίρει, ὅταν τις ἀρνῆται τὸν σταυρόν· ὄλεθρον γὰρ ἑαυτοῦ γινώσκει τὴν ὁμολογίαν τοῦ σταυροῦ. τοῦτο γάρ ἐστιν τὸ τρόπαιον κατὰ τῆς αὐτοῦ δυνάμεως, ὅπερ ὁρῶν φρίττει καὶ ἀκούων φοβεῖται.