Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

XII. Ὁ δὲ κύριος μακροθυμεῖ καὶ οὐκ εἰς τὸ μὴ ὂν ἀναιρεῖ τὸν ἀπὸ ἀγνοίας τοιαῦτα θρασυνόμενον, ἀλλὰ πράως ἀποκρίνεται· Ὕπαγε σατανᾶ.

2. οὐκ εἶπεν· Ὕπαγε ὀπίσω μου (οὐ γὰρ ὑποστρέψαι οἷός τε), ἀλλ’· Ὕπαγε σατανᾶ, ἐν οἷς ἐπελέξω· ὕπαγε, ἐν οἷς ἠρεθίσθης ἐκ κακονοίας· ἐγὼ γὰρ ὅστις εἰμὶ γινώσκω

καὶ ὑπὸ τίνος ἀπέσταλμαι καὶ ὃν χρὴ προσκυνεῖν ἐπίσταμαι. κύριον γάρ, φησίν, τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

3. οἶδα τὸν ἕνα, ἐπίσταμαι τὸν μόνον, οὗ σὺ ἀποστάτης γέγονας. οὔκ εἰμι ἀντίθεος, ὁμολογῶ τὴν ὑπεροχήν, καὶ οὐ παραιτοῦμαι προσκυνεῖν ἐκείνῳ, ὃν ἐπίσταμαι τὸν τῆς ἐμῆς γεννήσεως αἴτιον καὶ κύριον καὶ ὑποστάσεως φύλακα· ἐγὼ γὰρ ζῶ διὰ τὸν πατέρα.