Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

X. Σὺ οὖν, ὁ ἐκπεσὼν ἐκ τῆς ὑψηλοτάτης δόξης ὡς ἀστραπή, τολμᾷς λέγειν τῷ κυρίῳ· Βάλε σεαυτὸν ἐντεῦθεν κάτω, ᾧ τὰ ἐνόντα λελόγισται ὡς μὴ ὄντα, καὶ εἰς κενοδοξίαν προκαλεῖσθαι τὸν οὐκ ἐπιδεικτιῶντα;

2. καὶ προσποιῇ τὴν γραφὴν ἀναγινώσκειν περὶ αὐτοῦ· Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περί σου, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, τοῦ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα σου; καὶ τὰ λοιπὰ προσποιῇ ἀγνοεῖν κλέπτων, ἃ περί σου καὶ τῶν σῶν προπόλων προεφήτευσεν· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα;