Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

IX. Οἱ ἄνδρες στέργετε τὰς γαμετὰς ὑμῶν, αἱ γυναῖκες τοὺς ὁμοζύγους· οἱ παῖδες τοὺς γονεῖς προηγεῖσθε, οἱ γονεῖς τὰ τέκνα ἐκτρέφετε ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου· τὰς ἐν παρθενίᾳ τιμᾶτε ὡς ἱερείας Χριστοῦ, τὰς ἐν σεμνότητι χήρας ὡς θυσιαστήριον θεοῦ.

2. οἱ κύριοι μετὰ φειδοῦς τοῖς δούλοις ἐπιτάσσετε· οἱ δοῦλοι μετὰ φόβου τοῖς κυρίοις ἐξυπηρετεῖτε. μηδεὶς ἐν ὑμῖν ἀργὸς ἔστω· μήτηρ γὰρ τῆς ἐνδείας ἡ ἀργία. ταῦτα οὐκ ἐπιτάττω ὡς ὤν τι, εἰ καὶ δέδεμαι, ἀλλ’ ὡς ἀδελφὸς ὑπομιμνήσκω. εἴη κύριος μεθ’ ὑμῶν.