Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

VII. Ὅτι δὲ καὶ ἀνίσταται τὰ σώματα ἡμῶν, λέγει· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, ἐν ἧ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. καὶ ὁ ἀπόστολος· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

2. καὶ ὅτι δεῖ σωφρόνως ζῆν καὶ δικαίως, πάλιν λέγει· Μὴ πλανᾶσθε· οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πόρνοι οὔτε λοίδοροι οὔτε μέθυσοι οὔτε κλέπται βασιλείαν θεοῦ κληρονομῆσαι δύνανται, καί· Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν.

3. οὕτω δὲ διακείμενοι, τί διοίσομεν ὄνων καὶ κυνῶν, οἳ μηδὲν τοῦ μέλλοντος φροντίζοντες μόνου τοῦ φαγεῖν εἰσιν ὀρεκτικοὶ καὶ τῶν μετὰ τὸ φαγεῖν; ἀνεπιστάτητοι γάρ εἰσι τοῦ κινοῦντος ἔνδοθεν νοῦ.