Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

VI. Καὶ οὔτε ψιλὸς ἄνθρωπος ὁ δι’ οὗ καὶ ἐν ᾧ γέγονε τὰ πάντα· πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο. ἡνίκα ἐποίει τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ἐκεῖ ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, καὶ προσέχαιρέν μοι καθ’ ἡμέραν.

2. πῶς δ’ ἂν ὁ ψιλὸς ἄνθρωπος ἤκουσεν· Κάθου ἐκ δεξιῶν μου; πῶς δὲ καὶ ἔλεγεν· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι; καί· Δόξασόν με τῇ δόξῃ, ᾗ εἷχον πρὸ τοῦ τὸν κόσμον γενέσθαι; ποῖος δὲ ἄνθρωπος ἔλεγεν· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με;

3. περὶ ποίου δὲ ἀνθρώπου ἔλεγεν τό· Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἧν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον;

4. πῶς οὖν ὁ τοιοῦτος ψιλὸς ἄνθρωπος καὶ ἐκ Μαρίας ἔχων τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλ’ οὐχὶ θεὸς λόγος καὶ υἱὸς μονογενής; ἐν ἀρχῇ γὰρ ἧν ὁ λόγος, καὶ ὁ λόγος ἧν πρὸς τὸν θεόν, καὶ θεὸς ἧν ὁ λόγος. καὶ ἐν ἄλλοις· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.