Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

II. Ἔγνων, ὅτι τινὲς τῶν τοῦ Σατανᾶ ὑπηρετῶν ἐβουλήθησαν ὑμᾶς ταράξαι· οἱ μέν, ὅτι Ἰησοὺς δοκήσει ἐγεννήθη καὶ δοκήσει ἐσταυρώθη καὶ δοκήσει ἀπέθανεν· οἱ δέ, ὅτι οὐκ ἔστιν υἱὸς τοῦ δημιουργοῦ· οἱ δέ, ὅτι αὐτός ἐστιν ὁ ἐπὶ πάντων θεός· ἄλλοι δέ, ὅτι ψιλὸς ἄνθρωπός ἐστιν· ἕτεροι δέ, ὅτι ἡ σὰρξ αὕτη οὐκ ἐγείρεται καὶ δεῖ τὸν ἀπολαυστικὸν βίον ζῆν καὶ μετιέναι· τοῦτον γὰρ εἶναι πέρας τῶν ἀγαθῶν τοῖς μετ’ οὐ πολὺ φθαρησομένοις.

2. τοσούτων κακῶν ἐσμὸς εἰσεκώμασεν· ἀλλ’ ὑμεῖς οὐδὲ πρὸς ὥραν εἴξατε τῇ ὑποταγῇ αὐτῶν. Παύλου γάρ ἐστε πολῖται καὶ μαθηταί, τοῦ ἀπὸ Ἱεροσολύμων καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ εὐαγγέλιον καὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ περιφέροντος.