Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

3. οὐ δύο φύσεις ἀνθρώπων λέγω, ἀλλὰ τὸν ἕνα ἄνθρωπον ποτὲ μὲν θεοῦ, ποτὲ δὲ διαβόλου γίνεσθαι. ἐὰν εὐσεβῇ τις, ἄνθρωπος θεοῦ ἐστιν· ἐὰν δὲ ἀσεβῇ τις, ἄνθρωπος

τοῦ διαβόλου, οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ’ ἀπὸ τῆς ἑαυτοῦ γνώμης γινόμενος.

4. οἱ ἄπιστοι εἰκόνα ἔχουσι τοῦ ἄρχοντος τῆς πονηρίας, οἱ πιστοὶ εἰκόνα ἔχουσι τοῦ ἄρχοντος θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ· δι’ οὗ ἐὰν μὴ αὐθαιρέτως ἔχωμεν τὸ ὑπὲρ ἀληθείας ἀποθανεῖν εἰς τὸ αὐτοῦ πάθος, τὸ ζῆν αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.