Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

XII. Ὀναίμην ὑμῶν κατὰ πάντα, ἐάνπερ ἄξιος ὦ. εἰ γὰρ καὶ δέδεμαι, πρὸς ἕνα τῶν λελυμένων ὑμῶν οὐκ εἰμι. οἶδα, ὅτι οὐ φυσιοῦσθε· Ἰησοῦν γὰρ ἔχετε ἐν ἑαυτοῖς.

2. καὶ μᾶλλον ὅταν ἐπαινῶ ὑμᾶς, οἶδα, ὅτι ἐντρέπεσθε, ὡς γέγραπται· Δίκαιος ἑαυτοῦ κατήγορος, καὶ· Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας

σου, ἵνα δικαιωθῇς, καί· Ὅταν ποιήσητε πάντα τὰ διατεταγμένα ὑμῖν, λέγετε, ὅτι δοῦλοί ἐσμεν ἀχρεῖοι· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα παρὰ θεῷ· ὁ θεὸς γάρ, φησίν, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.

3. διὰ τοῦτο οἱ μεγάλοι ἐκεῖνοι Ἀβραὰμ καὶ Ἰὼβ γῆν καὶ σποδὸν ἔμπροσθεν τοῦ θεοῦ ἑαυτοὺς ἴσον ὠνόμαζον. καὶ ὁ Δαυίδ· Τίς εἰμι ἐγὼ ἐναντίον σοῦ, κύριε, ὅτι ἐδόξασάς με ἕως τούτου; καὶ Μωσῆς, ὁ παρὰ πάντας ἀνθρώπους πραότατος, λέγει πρὸς θεόν· Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ. ταπεινοφρονεῖτε οὖν καὶ αὐτοί, ἵνα ὑψωθῆτε· ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται.